Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Πατέρες τῆς Ἐρήμου

Οἱ μικροὶ ξένοι

 

Σελ 2

Νεύσας δὲ ὁ μείζων τῷ μικροτέρῳ ἐξελθεῖν͵ ἐκάθισε πλέκειν τὴν σειράν͵ λαλήσας μηδέν· καὶ τῇ ὥρᾳ τῆς ἐνάτης ἔκρουσε καὶ ἦλθεν ὁ νεώτερος καὶ ἐποίησε μικρὸν ἕψημα καὶ παρέθηκε τράπεζαν͵ νεύσαντος αὐτῷ τοῦ μειζοτέρου· καὶ ἔθηκεν εἰς αὐτὴν τρεῖς παξαμάδας͵ καὶ ἔστη σιωπῶν. Ἐγὼ δὲ εἶπον· Ἐγείρεσθε͵ φάγωμεν. Καὶ ἀναστάντες ἐφάγομεν καὶ ἤνεγκε τὸ βαυκάλιον καὶ ἐπίομεν. Ὡς δὲ ἐγένετο ἑσπέρα͵ λέγουσί μοι· Ὑπάγεις; Ἐγὼ δὲ εἶπον· Οὐχὶ͵ ἀλλ΄ ὧδε κοιμῶμαι. Καὶ ἔθηκάν μοι ψιάθιον παρὰ μέρος͵ καὶ ἑαυτοῖς εἰς τὴν γωνίαν παρὰ μέρος· καὶ ἦραν τὰς ζώνας αὐτῶν καὶ τοὺς ἀναλάβους καὶ ἔθηκαν ἑαυτοὺς ὁμοῦ εἰς τὸ ψιάθιον ἔμπροσθέν μου. Ὡς δὲ ἔθηκαν ἑαυτοὺς͵ ηὐξάμην τῷ Θεῷ͵ ἵνα μοι ἀποκαλύψῃ τὴν ἐργασίαν αὐτῶν. Καὶ ἠνεῴχθη ἡ στέγη καὶ ἐγένετο φῶς ὡς ἡμέρα· αὐτοὶ δὲ οὐκ ἐθεώρουν τὸ φῶς. Καὶ ὡς ἐνόμιζον ὅτι κοιμῶμαι͵ νύσσει ὁ μείζων τὸν μικρότερον εἰς τὴν πλευρὰν καὶ ἐγείρονται καὶ ζώνουσιν ἑαυτοὺς καὶ ἐκτείνουσι τὰς χεῖρας εἰς τὸν οὐρανόν. Καὶ ἐθεώρουν αὐτούς, αὐτοὶ δὲ οὐκ ἐθεώρουν με· καὶ εἶδον τοὺς δαίμονας ἐρχομένους ὥσπερ μυίας ἐπὶ τὸν μικρότερον, καὶ οἱ μὲν ἤρχοντο καθίσαι εἰς τὸ στόμα αὐτοῦ͵ οἱ δὲ εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ. Καὶ εἶδον ἄγγελον Κυρίου κατέχοντα ῥομφαίαν πυρὸς καὶ περιχαρακοῦντα αὐτὸν καὶ διώκοντα τοὺς δαίμονας ἀπ΄ αὐτοῦ. Τῷ δὲ μειζοτέρῳ οὐκ ἐδύναντο προσεγγίσαι. Καὶ ὡς περὶ τὴν πρωΐαν ἔθηκαν ἑαυτούς· κἀγὼ ἐποίησα ἐμαυτὸν ὅτι διϋπνίσθην͵ καὶ αὐτοὶ ὡσαύτως. Εἶπε δέ μοι ὁ μείζων τὸν λόγον τοῦτον μόνον· Θέλεις βάλωμεν τοὺς δώδεκα ψαλμούς; Λέγω· Ναί. Καὶ ψάλλει ὁ μικρότερος πέντε ψαλμοὺς ἀπὸ ἓξ στίχων καὶ ἓν Ἀλληλούϊα. Καὶ κατὰ στίχον ἐξήρχετο λαμπὰς πυρὸς ἐκ τοῦ στόματος αὐτοῦ καὶ ἀνέβαινεν εἰς τὸν οὐρανόν. Ὡσαύτως καὶ ὁ μείζων͵ ὅτε ἤνοιγε τὸ στόμα αὐτοῦ ψάλλων͵ ὡς σχοινίον πυρὸς ἐξήρχετο καὶ ἔφθανεν ἕως τοῦ οὐρανοῦ. Κἀγὼ εἶπον μικρὸν ἀπὸ στήθους. Καὶ ἐξελθὼν λέγω· Εὔξασθε περὶ ἐμοῦ. Αὐτοὶ δὲ ἔβαλον μετάνοιαν σιωπῶντες. Ἔμαθον οὖν ὅτι ὁ μείζων τέλειός ἐστι· τῷ δὲ μικροτέρῳ ἀκμὴν ἐπολέμει ὁ ἐχθρός. Μετὰ δὲ μικρὰς ἡμέρας ἐκοιμήθη ὁ μείζων ἀδελφός͵ καὶ τῇ τρίτῃ ἡμέρᾳ ὁ μικρότερος. Καὶ ὅτε παρέβαλόν τινες τῶν Πατέρων πρὸς τὸν ἀββᾶν Μακάριον, ἐλάμβανεν αὐτοὺς εἰς τὴν κέλλαν αὐτῶν͵ λέγων· Δεῦτε͵ ἴδετε τὸ μαρτύριον τῶν μικρῶν ξένων.

Αρχική σελίδα της Ενότητας αυτής

Πατέρες τῆς Ἐρήμου : σελίδα περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης