Ἀρχικὴ σελίδα περιεχομένων


Place the Icon of the Christ on a side or corner of your Desktop


Πατέρες τῆς Ἐρήμου

Λάβετέ μου τὴν ψυχήν

 

ΟΙΚΕΤΗΣ τις γενόμενος μοναχὸς ἐπὶ τεσσαρακονταπέντε ἔτη ἔμεινεν͵ ἅλατι καὶ ἄρτῳ ἀρκούμενος καὶ ὕδατι. Κατανυγεὶς δὲ ὁ τούτου δεσπότης μετὰ φανερὸν χρόνον ἀναχωρεῖ καὶ αὐτὸς καὶ γίνεται τοῦ ἰδίου δούλου μαθητὴς ἐν ὑπακοῇ μεγάλῃ. Ἔρχεται οὖν ὁ χρόνος τῆς αὐτοῦ κλήσεως καὶ λέγει τῷ γέροντι· Ἀββᾶ͵ ὁρῶ τὰς ἐξουσίας ἐρχομένας πρός με καὶ διὰ τὰς δεήσεις σου πάλιν ὑποστρεφοῦσας. Ὅτε δὲ ἦλθεν καὶ ἡ τοῦ γέροντος κλῆσις ὁρᾷ ἕνα ἄγγελον ἐκ δεξιῶν καὶ ἕνα ἐξ ἀριστερῶν λέγοντας αὐτῷ· Θέλεις ἐλθεῖν ἀββᾶ ἢ ἀπέλθωμεν; Καὶ λέγει αὐτοῖς ὁ γέρων· Θέλω͵ μείνατε͵ λάβετέ μου τὴν ψυχήν. Καὶ οὕτως ἐτελειώθη.

 

Πατέρες τῆς Ἐρήμου : σελίδα περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά