Ἀρχικὴ σελίδα περιεχομένων


Place the Icon of the Christ on a side or corner of your Desktop


Πατέρες τῆς Ἐρήμου

Μὴν ἀποθηκεύεις

 

ΕΛΕΓΕΝ ὁ ἀββᾶς Δουλᾶς ὁ μαθητὴς τοῦ ἀββᾶ Βισαρίωνος͵ ὅτι Ὁδευόντων ἡμῶν ποτε εἰς ὄχθαν τῆς θαλάσσης͵ ἐδίψησα καὶ εἶπον τῷ ἀββᾷ Βισαρίωνι· Ἀββᾶ͵ διψῶ πάνυ. Καὶ ποιήσας εὐχὴν ὁ γέρων͵ λέγει μοι· Πίε ἐκ τῆς θαλάσσης. Καὶ ἐγλυκάνθη τὸ ὕδωρ͵ καὶ ἔπιον. Ἐγὼ δὲ ἤντλησα εἰς τὸ ἀγγεῖον͵ μήποτε παρ΄ ἐκεῖ διψήσω. Καὶ ἰδὼν ὁ γέρων͵ λέγει μοι· Διατί ἤντλησας; Λέγω αὐτῷ· Συγχώρησόν μοι͵ μή ποτε παρ΄ ἐκεῖ διψήσω. Καὶ εἶπεν ὁ γέρων· Ὁ Θεὸς ὧδε καὶ πάντη Θεός.

 

Πατέρες τῆς Ἐρήμου : σελίδα περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά