Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Γρηγόριος Παλαμᾶς

Σελ 13


Προαιώνιο καὶ ἀτελεύτητο Φῶς




ΠΩΣ αἰσθητόν φῶς ὅ τοῖς τά αἰσθητά ὁρῶσι τῶν ἀλόγων ζώων οὐχ ὁρᾶται ὄμμασι, παροῦσι καί ἀνεῳγμένους ἐπιλάμπον; Εἰ δέ τοῖς ἀνθρωπίνοις αἰσθητοῖς ὄμμασιν ὡράθη, κατά τοῦτ’ ἄρ’ ἑωράκασιν αὐτό, καθ’ ὅ τῶν ἀλόγων ὄψεων διενηνόχασι. Τί δή τοῦτό ἐστι; Τί γε ἄλλο ἤ τό δι’ ἀνθρωπίνων ὄψεων τὸν νοῦν ὁρᾶν; Εἰ δέ μή τῇ αἰσθητικῇ δυνάμει, τάχα γάρ ἄν καί τά ἄλογα ἑώρων, ἀλλά τῇ διά τῆς αἰσθήσεως ἀντιλαμβανομένῃ νοητικῇ δυνάμει, μᾶλλον δέ οὐδέ ταύτῃ, πᾶς γάρ ἄν εἶδεν ὀφθαλμός, μάλιστα οἱ πλησιόχωροι, λάμψαν ὑπέρ ἥλιον. Εἰ τοίνυν μηδέ ταύτῃ κυρίως τό φῶς ἐκεῖνο εἶδον, οὐκ ἄρ’ οὐδέ τό φῶς τοῦτο κυρίως αἰσθητόν. Καί μήν οὐδέν αἰσθητόν ἀΐδιον· τό δέ τῆς θεότητος φῶς, ὅ καί δόξα τοῦ Θεοῦ καλεῖται πολλαχοῦ, προαιώνιόν τε καί ἀτελεύτητόν ἐστιν. Οὐκ ἄρα αἰσθητόν.
Εἰ δέ μή αἰσθητόν, εἰ καί ὀφθαλμός λαβεῖν αὐτό οἱ ἀπόστολοι κατηξιώθησαν, ἀλλ’ ἑτέρᾳ τινί δυνάμει, καί οὐχί τῇ αἰσθητικῇ· διό καί τήν λαμπρότητα τοῦ προσώπου Ἰησοῦ ἄρρητον καί ἀπρόσιτον καί ἄχρονον οἱ θεολόγοι πάντες λέγουσιν, ὡς ἀπόρρητόν τι οὖσαν, ἀλλ’ οὐκ αἰσθητήν κυρίως, ὥσπερ καί τό φῶς, ὅ καί τῶν ἁγίων ἐστί τόπος μετά τήν ἐνθένδε ἐκδημίαν κατά τάς ἐν οὐρανῷ λήξεις, ὅπου τό φῶς, οὗ καί προοίμιον αὕτη ἡ λαμπρότης ἦν καί ἐν ἀρραβῶνος μέρει τοῖς ἁγίοις δέδοται ἐνταῦθα. Εἰ γάρ καί φωτωνυμικῶς καλεῖται ταῦτα πάντα καί δοκεῖ αἰσθήσει ὑποπίπτειν παραδόξως ἔστιν ὅτε, ἀλλά καί νοῦ ὑψηλότερά ἐστι καί τῆς καθ’ ἑαυτά ἀληθείας ἀποδεούσας ἔχει τάς ἐπωνυμίας, πῶς οὖν αἰσθητά κυρίως;

Εἰ δέ καί τό κατά Θεόν καθάρσιον πένθος οὐκ ἐπί τήν ψυχήν μόνον τελεῖται τῶν ἀγωνιζομένων, ἀλλ’ ἀπό ταύτης καί ἐπί τό σῶμα καί τήν κατά σῶμα διαβαίνει αἴσθησιν (καί δεῖγμα τούτου ἐναργές τό κατώδυνον τοῖς ἐφ’ ἁμαρτήσασι πενθοῦσι δάκρυον), διατί μή καί τά γῆς κατά πνεῦμα θείας ἡδονῆς τεκμήρια, ταῖς χωρούσαις τοῦ σώματος αἰσθήσεσιν ἐνσημαινόμενα, εὐλαβῶς παραδεξαίμεθα; Τί δέ καί ὁ Κύριος, οὐ διά τοῦτο μακαρίζει τούς πενθοῦντας, ἐπειδή παρακληθήσονται, τουτέστι τήν χαράν, τόν καρπόν ἐν ἑαυτοῖς ἕξουσι τοῦ πνεύματος; Ἀλλά τῆς παρακλήσεως ταύτης καί τό σῶμα μεταλαγχάνει πολυτρόπως. Ὧν τούς μέν ἴσασιν οἱ ἐν πείρᾳ γεγονότες, οἱ δέ καί τοῖς ἔξωθεν ὁρῶσι δῆλοι, τό προσηνές ἦθος, τό γλυκύ δάκρυον, ἡ χαρίτων γέμουσα τοῖς προσιοῦσιν ἔντευξις, κατά τόν ἐν Ἆσμασιν εἰπόντα, «κηρία μέλιτος ἀπό στόματός σου στάζουσι, νύμφη». Λαμβάνει γάρ οὐχ ἡ ψυχή μόνον τόν ἀρραβῶνα τῶν μελλόντων ἀγαθῶν, ἀλλά καί τό σῶμα τό συνδιανύον τόν πρός ταῦτα τοῦ εὐαγγελίου δρόμον. Ὁ δέ μή τοῦτο λέγων, καί τήν ἐν τῷ μέλλοντι αἰῶνι συμμεθέξει τότε τῶν ἀπορρήτων ἐκείνων ἀγαθῶν, καί νῦν δήπου συμμεθέξει καταλλήλως ἑαυτῷ τῆς ἐνδιδομένης πρός Θεοῦ χάριτος τῷ νῷ. Διά ταῦτα γοῦν αἰσθήσει καταλαμβάνεσθαι φαμέν αὐτά, προστίθεμεν δέ «τό νοερᾷ» διά τε τό ὑπέρ αἴσθησιν εἶναι ταῦτα φυσικήν καί διά τό πρώτως τόν νοῦν εἶναι τούτων δεκτικόν καί διά τήν πρός τόν πρῶτον νοῦν ἀνάτασιν τοῦ ἡμετέρου νοῦ, οὐ κατά τό ἐγχωροῦν μεταλαγχάνων θείως, αὐτός τε καί δι’ αὐτοῦ τό συνημμένον σῶμα πρός τό θειότερον μετασκευάζεται, δεικνύς ἐντεῦθεν καί προοιμιαζόμενος τήν ὑπό τοῦ πνεύματος ἐπί τοῦ μέλλοντος αἰῶνος τῆς σαρκός κατάποσιν. Οὐ γάρ οἱ ὀφθαλμοί τοῦ σώματος, ἀλλ’ οἱ τῆς ψυχῆς τήν ὁρῶσαν ταῦτα δύναμιν τοῦ πνεύματος λαμβάνουσι· διά ταῦτα νοεράν αὐτήν καλοῦμεν, ὑπέρ νοεράν οὖσαν.

Ἅγιος Γρηγόριος Παλαμάς : Σελίδα Περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης