Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Γρηγόριος Παλαμᾶς

Σελ 8



Ἐν ἡσυχίᾳ προσέχειν ἑαυτοῖς




ΕΠΕΙ καί ἔνεστι πολυδύναμον πρᾶγμα ἡ καθ’ ἡμᾶς ψυχή, χρῆται δ’ ὡς ὀργάνῳ τῷ ζῆν κατ’ αὐτήν πεφυκότι σώματι, τίσιν ὡς ὀργάνοις χρωμένη ἐνεργεῖ ἡ δύναμις αὐτῆς αὕτη, ἥν καλοῦμεν νοῦν; Ἀλλά γάρ οὐδείς ποθ’ ὑπενόησεν, οὔτε ἐπί τοῖς ὄνυξιν, οὔτ’ ἐν τοῖς βλεφάροις, οὐδέ μενοῦν ἐν τοῖς μυκτῆρσιν ἤ τοῖς χείλεσιν ἐνῳκισμένην εἶναι τήν διάνοιαν· ἐντός δ’ ἡμῖν ἐνεῖναι πᾶσιν αὕτη συνδοκεῖ, διηνέχθησαν δέ τινες, τίνι πρώτῳ ὡς ὀργάνῳ χρῆται τῶν ἐντός. Οἱ μέν γάρ ὡς ἐπ’ ἀκροπόλει τινί τῷ ἐγκεφάλῳ ταύτην ἐνιδρύουσιν, οἱ δέ τῆς καρδίας τό μεσαίτατον καί τό κατ’ αὐτό τοῦ ψυχικοῦ πνεύματος ἐπειλικρινημένον ὄχημα διδόασιν αὐτῇ. Ἡμεῖς δέ καί αὐτοί, εἰ καί μήτε ἔνδον ὡς ἐν ἀγγείῳ, καί γάρ ἀσώματον, μήτε ἔξω, καί γάρ συνημμένον, ἀλλ’ ἐν τῇ καρδίᾳ ὡς ἐν ὀργάνῳ τό λογιστικόν ἡμῶν εἶναι ἐπιστάμεθ’ ἀκριβῶς, οὐ παρ’ ἀνθρώπου τοῦτο διδαχθέντες, ἀλλά παρ’ αὐτοῦ τοῦ πλάσαντος τόν ἄνθρωπον, ὅς, δεικνύς ὅπως «οὐ τά εἰσερχόμενα, ἀλλά τά ἐξερχόμενα διά τοῦ στόματος κοινοῖ τόν ἄνθρωπον», «ἐκ γάρ τῆς καρδίας ἐξέρχονται», φησίν, «οἱ λογισμοί». Ταῦτ’ ἆρα καί ὁ μέγας Μακάριος, «ἡ καρδία», φησίν, «ἡγεμονεύει ὅλου τοῦ ὀργάνου καί, ἐπάν κατάσχῃ τάς νομάς τῆς καρδίας ἡ χάρις, βασιλεύει ὅλων τῶν λογισμῶν καί τῶν μελῶν· ἐκεῖ γάρ ἐστιν ὁ νοῦς καί πάντες οἱ λογισμοί τῆς ψυχῆς». Οὐκοῦν ἡ καρδία ἡμῶν ἐστι τό τοῦ λογιστικοῦ ταμεῖον καί πρῶτον σαρκικόν ὄργανον λογιστικόν. Τό τοίνυν λογιστικόν ἡμῶν ἐν ἀκριβεῖ νήψει σπεύδοντες ἐπισκέπτεσθαι καί διορθοῦν, τίνι γ’ ἄν ἐπισκεψαίμεθα, εἰ μή τόν ἐγκεχυμένον διά τῶν αἰσθήσεων νοῦν ἡμῶν ἔξωθεν συναγαγόντες πρός τά ἐντός ἐπαναγάγοιμεν καί πρός αὐτήν ταύτην τήν καρδίαν, τό τῶν λογισμῶν ταμεῖον; Διά τοῦτο καί ὁ φερώνυμος Μακάριος ἐφεξῆς τοῖς ᾶνωτέρω μικρόν εἰρημένοις παρ’ αὐτοῦ φησιν· «ἐκεῖ τοίνυν δεῖ σκοπεῖν, εἰ ἐνέγραψεν ἡ χάρις τούς τοῦ Πνεύματος νόμους». Ἐκεῖ ποῦ; Ἐν τῷ ἡγεμονικῷ ὀργάνῳ, ἐν τῷ τῆς χάριτος θρόνῳ, ὅπου ὁ νοῦς καί οἱ λογισμοί πάντες τῆς ψυχῆς, ἐν τῇ καρδίᾳ δηλαδή. Ὁρᾷς πῶς ἀναγκαιότατον τοῖς προηρημένοις ἐν ἡσυχίᾳ προσέχειν ἑαυτοῖς ἐπανάγειν καί ἐμπερικλείειν τῷ σώματι τόν νοῦν, καί μάλιστα τῷ ἐν τῷ σώματι ἐνδοτάτῳ σώματι, ὅ καρδίαν ὀνομάζομεν;


Ἅγιος Γρηγόριος Παλαμάς : Σελίδα Περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης