Ἀρχικὴ σελίδα περιεχομένων


Place the Icon of the Christ on a side or corner of your Desktop


Ὠριγένης

Ἂν κατάλαβες τὴν εὐγένεια τῶν υἱῶν τοῦ Θεοῦ

 

Ο ΔΕ κατανοήσας τί ποτ΄ ᾖ τὸ κάλλος τῆς νύμφης͵ ἧς ὁ νυμφίος Λόγος ὢν Θεοῦ ἐρᾷ͵ ψυχῆς τυγχανούσης ἀνθούσης ὑπερουρανίῳ καὶ ὑπερκοσμίῳ κάλλει͵ αἰδεσθήσεται κἂν τῷ αὐτῷ ὀνόματι τοῦ κάλλους τιμῆσαι σωματικὸν κάλλος γυναικὸς ἢ παιδὸς ἢ ἀνδρός· τὸ γὰρ κυρίως κάλλος σὰρξ οὐ χωρεῖ͵ πᾶσα τυγχάνουσα αἶσχος. Πᾶσα γὰρ σὰρξ ὡς χόρτος καὶ ἡ δόξα αὐτῆς͵ ἥτις ἐστὶν ἐμφαινομένη τῷ λεγομένῳ κάλλει γυναικῶν καὶ παιδίων͵ ἄνθει κατὰ τὸν προφητικὸν παραβέβληται λόγον͵ λέγοντα· πᾶσα σὰρξ ὡς χόρτος καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος καὶ τὸ ἄνθος ἐξέπεσε· τὸ δὲ ῥῆμα τοῦ Kυρίου μένει εἰς τὸν αἰῶνα. Ἀλλὰ καὶ εὐγένειαν τίς ἔτι κυρίως ὀνομάσει τὴν τετριμμένην λέγεσθαι παρὰ ἀνθρώποις͵ νοήσας εὐγένειαν Yἱῶν Θεοῦ; Βασιλείαν δὲ Χριστοῦ ἀσάλευτον θεωρήσας ὁ νοῦς πῶς οὐ καταφρονήσει ὡς οὐδενὸς λόγου ἀξίας πάσης τῆς ἐπὶ γῆς βασιλείας; Στρατιάν τε ἀγγέλων καὶ ἀρχιστρατήγους ἐν αὐτοῖς δυνάμεων Κυρίου ἀρχαγγέλους τε καὶ θρόνους καὶ κυριότητας καὶ ἀρχὰς καὶ ἐξουσίας ὑπερουρανίους͵ ὡς χωρεῖ ὁ ἔτι δεδεμένος σώματι ἀνθρώπινος νοῦς͵ κατὰ τὸ δυνατὸν τρανῶς ἰδὼν καὶ κατειληφὼς δύνασθαι ἰσοτίμου παρὰ τοῦ Πατρὸς ἐκείνοις τυχεῖν͵ πῶς οὐχί͵ κἂν σκιᾶς ἀδρανέστερος ᾖ͵ καὶ τούτων τῶν παρὰ τοῖς ἀνοήτοις θαυμαζομένων ὡς ἀμαυροτάτων καὶ οὐδενὸς λόγου ἀξίων συγκρίσει καταφρονῶν͵ κἂν διδῶται ταῦτα πάντα͵ ὑπερόψεται ὑπὲρ τοῦ τῶν ἀληθινῶν ἀρχῶν καὶ θειοτέρων ἐξουσιῶν μὴ ἀποτυχεῖν; Εὐκτέον τοίνυν͵ εὐκτέον περὶ τῶν προηγουμένως καὶ ἀληθῶς μεγάλων καὶ ἐπουρανίων καὶ τὰ περὶ τῶν ἐπακολουθουσῶν σκιῶν τοῖς προηγουμένοις Θεῷ ἐπιτρεπτέον͵ τῷ ἐπισταμένῳ ὧν χρείαν διὰ τὸ ἐπίκηρον σῶμα ἔχομεν πρὸ τοῦ ἡμᾶς αἰτῆσαι αὐτόν.

Ὠριγένης : σελίδα περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά