Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Συμεὼν ὁ Νέος Θεολόγος

Τίποτα δὲν εἶναι φορτικό

 

ΟΥΔΕΝ ἔγωγε φορτικόν εὗρον ἤ λυπηρόν ἤ ἐπαχθές, προσφυγών τῷ Θεῷ καί σωτῆρί μου. Ἀλλ᾿ εἰ χρή τήν ἀλήθειαν ὑμῖν ἐξειπεῖν καί ἅ οὐκ ἐβουλόμην πᾶσι δῆλα ποιεῖν, ταῦτα τήν ἀγάπην ὑμῶν ἀπογυμνῶσαι, ἵνα δῶ τι καλόν τισιν ἐξ ὑμῶν, ἐν πάσῃ μᾶλλον στενοχωρίᾳ καί θλίψει καί τῇ νομιζομένῃ κακοπαθείᾳ ὑπερεκβλύζουσαν τήν χαράν καί εὐφροσύνην ἔβλεπον ἐν ἐμοί διά τῆς ἀποκαλύψεως καί ἐπιφανείας τοῦ προσώπου αὐτοῦ, ὥστε πληροῦσθαι ἐναργῶς ἐπ᾿ ἐμοί τό οὕτω λέγον τοῦ Παύλου ῥητόν· «Τό γάρ παραυτίκα ἐλαφρόν τῆς θλίψεως βάρος δόξης κατεργάζεται ἐν ἡμῖν», καί τό τοῦ Δαυίδ· «Ἐν θλίψει» λέγοντος «ἐπλάτυνάς με», ὡς ἐντεῦθεν μηδέν ἡγεῖσθαί με τάς ἐπερχομένας θλίψεις καί τούς πειρασμούς πρός τήν οὐχί μέλλουσαν, ἀλλά παραυτίκα ἀποκαλυπτομένην μοι διά Πνεύματος Ἁγίου δόξαν Ἰησοῦ Χριστοῦ, ἧς τῇ μετοχῇ τε καί θέᾳ καί αὐτάς τάς πρός θάνατον νόσους καί εἴ τινα ἑτέραν ἀφορητοτέραν ὀδύνην διά πόνων τοῖς ἀνθρώποις ἐγγινομένην οὐδέν ἡγούμην, πᾶσαν ἐπιλανθανόμενος ὀδύνην καί λύπην τοῦ σώματος· οὕτω τό φορτίον τῶν ἐντολῶν ἐλαφρόν καί τόν ζυγόν Κυρίου χρηστόν αὐτόθεν ἐλογιζόμην, ἐν δέ τῷ μή εὑρίσκειν με δι᾿ αἰτίας τινός ὑπέρ αὐτοῦ συντόμως ἀποθανεῖν, θλῖψις, πιστεύσατε, ἦν μοι ἀφόρητος.

Ἅγιος Συμεών : σελίδα περιεχομένων

Συμεών ο Νέος Θεολόγος

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης