Σελ 2
Ὁ τοίνυν μή δυνάμενος ἀγαπᾶν, οὐδέ πιστεύειν δύναται δηλονότι· καί ταῦτα Παύλου λέγοντος ἄκουε· “Μένει δέ τά τρία ταῦτα, πίστις ἐλπίς, ἀγάπη· μείζων δέ πάντων ἡ ἀγάπη”. Εἰ οὖν ἡ πίστις τῇ ἐλπίδι συνέζευκται, ἡ δέ ἐλπίς τῇ ἀγάπῃ συνέπεται, ὁ μή ἔχων ἀγάπην ἐλπίδα οὐ κέκτηται, ὁ δέ ἐλπίδος ἐκτός, δηλονότι καί πίστεως. Πῶς γάρ, τῶν αἰτιῶν τῆς ἀγάπης μή ὄντων, αὐτήν ἐκείνην παρεῖναι ἐνδέχεται; Ὡς γάρ θεμελίων ἐκτός ὄροφος οἴκου οὐχ ἵσταται, οὕτως οὐδέ πίστεως καί ἐλπίδος βεβαίας χωρίς ἀγάπην Θεοῦ ἐν ψυχῇ ἀνθρώπου εὑρεθῆναι δυνατόν· ὁ δέ μή τήν ἀγάπην ἔχων οὐδέν ἐκ τῶν λοιπῶν ἀρετῶν ὠφελεῖται ἤ χωρίς ταύτης ὠφεληθήσεται, καθά δή καί αὐτός Παῦλος γράφων διαμαρτύρεται. Περί δέ τοῦ ἀπ᾿ ἐντεῦθεν ὁρᾶν τόν Θεόν ἄκουε αὐτοῦ πάλιν λέγοντος· “Νῦν βλέπω ἐν ἐσόπτρῳ καί ἐν αἰνίγματι, τότε δέ πρόσωπον πρός πρόσωπον” καί πάλιν· “Νῦν γινώσκω ἐκ μέρους, τότε δέ ἐπιγνώσομαι καθ᾿ ὅ καί ἐπεγνώσθην”. Ἀλλ᾿ ἐκεῖνος, φησί, Παῦλος ἦν. Παῦλος δέ οὐχί κατά πάντα ἄνθρωπος ἦν, ἡμῖν ὁμοιοπαθής τε καί σύνδουλος; Καί τίς Παύλου ἴσος, ὦ ὑπερήφανε σύ καί ἀπονενοημένε, φησίν, ὅτι τοῦτον ἡμῖν τοῖς ἀνθρώποις συνεξισάζοις; Οἷς οὐχ ἡμεῖς, αὐτός δέ ὁ Παῦλος μεγάλῃ βοᾷ τῇ φωνῇ, οὕτω λέγων· “Χριστός ἦλθεν - ἀκούσατε - ἁμαρτωλούς σῶσαι ὧν πρῶτός εἰμι ἐγώ”. Πρῶτος οὖν ἐκεῖνος τῶν σῳζομένων ἁμαρτωλῶν· γενοῦ σύ δεύτερος, γενοῦ τρίτος, γενοῦ δέκατος, γενοῦ ταῖς χιλιάσιν, εἰ βούλει, καί μυριάσι σύμψυχος καί τῷ Παύλῳ σεαυτόν συναρίθμησον· καί οὕτω Παῦλον τιμήσεις, καθώς ἐκεῖνός φησι· “Μιμηταί μου γίνεσθε, καθώς κἀγώ Χριστοῦ”, καί πάλιν· “Ἤθελον πάντας εἶναι ὡς ἐμαυτόν”. ...
Ἅγιος Συμεών : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά