Σελ 2
Τοῖς δέ διά πίστεως ἐν φόβῳ καί τρόμῳ τάς ἐντολάς κατεργαζομένοις καί μετάνοιαν ἀξίαν ἐπιδεικνυμένοις ἀποκαλυπτομένη ὁρᾶται, καί αὐτή δι᾿ ἑαυτῆς τήν μέλλουσαν γενέσθαι κρίσιν ἀνατιρρήτως ἐν αὐτοῖς ἐμποιεῖ· μᾶλλον δέ ἡμέρα θείας κρίσεως γίνεται, ἐξ ἧς ὁ καθαρός ἀεί ἐλλαμπόμενος ἐν ἀληθείᾳ ἑαυτόν οἷός ἐστι, καί τά ἔργα αὐτοῦ, τά τε αἰσθητῶς πραχθέντα, τά τε ψυχικῶς ἐνεργηθέντα, οἷά εἰσι, πάντα λεπτομερῶς καθορᾷ. Οὐ μόνον δέ, ἀλλά καί πυρί θείῳ κρίνεται καί ἀνακρίνεται καί ὕδατι τότε δακρύων πιαινόμενος ὅλον τό σῶμα κάθυγρος γίνεται καί βαπτίζεται κατ᾿ ὀλίγον ὅλος ὑπό τοῦ θείου πυρός τε καί Πνεύματος καί γίνεται ὅλος καθαρός, ὅλος ἀμόλυντος, υἱός φωτός καί ἡμέρας καί οὐχί ἔκτοτε ἀνθρώπου θνητοῦ. Διά τοι τοῦτο καί ὁ τοιοῦτος ἐν τῇ μελλούσῃ κρίσει καί δίκῃ οὐ κρίνεται, προκέκριται γάρ· οὐδέ ὑπό τοῦ φωτός ἐκείνου ἐλέγχεται, προπεφώτισται γάρ· οὐδέ ἐν τούτῳ τῷ πυρί εἰσερχόμενος δοκιμάζεται ἤ καίεται, προδεδοκίμασται γάρ· οὐδέ ὡς τότε φανεῖσαν τήν ἡμέραν Κυρίου λογίζεται, ὅλος γάρ ἐκ τῆς ὁμιλίας καί συνουσίας Θεοῦ ἡμέρα φαεινή καί λαμπρά γέγονεν· οὐδέ ἐν τῷ κόσμῳ τότε εὑρίσκεται ἤ σύν τῷ κόσμῳ, ἀλλ᾿ ἔξω τούτου εἰς ἅπαν ἐστίν. «Ἐγώ γάρ, φησίν, ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου», καί ὁ Ἀπόστολος· «Εἰ γάρ ἑαυτούς ἐκρίνομεν, οὐκ ἄν ἐκρινόμεθα· κρινόμενοι δέ ὑπό Κυρίου παιδευόμεθα, ἵνα μή σύν τῷ κόσμῳ κατακριθῶμεν», καί πάλιν· «Ὡς τέκνα φωτός περιπατεῖτε», φησίν. ...
Ἅγιος Συμεών : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά