Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Συμεὼν ὁ Νέος Θεολόγος

Ἀνάσταση τοῦ Χριστοῦ εἶναι ἡ δική μας

 

Ο ΧΡΙΣΤΟΣ καί Θεός ἡμῶν, ἐπί σταυροῦ κρεμασθείς καί προσηλώσας ἐν αὐτῷ τήν ἁμαρτίαν τοῦ κόσμου, θανάτου γευσάμενος, κατῆλθεν ἐν τοῖς κατωτάτοις τοῦ ᾅδου. Ὥσπερ οὖν ἐξ ᾅδου πάλιν ἀνελθών εἰς τό ἄχραντον ἑαυτοῦ σῶμα εἰσῆλθεν, οὗ κατελθών ἐκεῖσε οὐδαμῶς ἐχωρίσθη, καί εὐθύς ἀνέστη ἐκ τῶν νεκρῶν καί μετά ταῦτα ἀνῆλθεν εἰς οὐρανούς μετά δόξης πολλῆς καί δυνάμεως, οὕτω δή καί νῦν ἐξερχομένων ἡμῶν ἐκ τοῦ κόσμου καί εἰσερχομένων διά τῆς τῶν παθημάτων τοῦ Κυρίου ἐξομοιώσεως ἐν τῷ τῆς μετανοίας καί ταπεινώσεως μνήματι, αὐτός ἐκεῖνος ἐξ οὐρανῶν κατερχόμενος, εἰσέρχεται ὡς ἐν τάφῳ ἐν τῷ ἡμῶν σώματι, καί ἑνούμενος ταῖς ἡμετέραις ψυχαῖς ἐξανιστᾷ νεκράς οὔσας ὁμολογουμένως αὐτάς, καί τηνικαῦτα βλέπειν ἐμπαρέχει τῷ οὕτως ἀναστάντι σύν τῷ Χριστῷ τήν δόξαν τῆς μυστικῆς αὐτοῦ ἀναστάσεως.

Ἀνάστασις οὖν Χριστοῦ ἡ ἡμετέρα ὑπάρχει ἀνάστασις, τῶν κάτω κειμένων. Ἐκεῖνος γάρ μή πεσών εἰς ἁμαρτίαν ποτέ, καθά γέγραπται, μηδέ ἀλλοιωθείς τῆς ἰδίας δόξης κἄν ὁπωσοῦν, πῶς ἀναστήσεταί ποτε ἤ δοξασθήσεται, ὁ ἀεί ὤν ὑπερδεδοξασμένος καί ὑπεράνω πάσης ἀρχῆς καί ἐξουσίας διαμένων ὡσαύτως; Ἀνάστασις καί δόξα Χριστοῦ ἡ ἡμετέρα, καθάπερ εἴρηται, δόξα ὑπάρχει, ἡ διά τῆς ἐν ἡμῖν αὐτοῦ ἀναστάσεως γινομένη καί δεικνυμένη καί ὁρωμένη ἡμῖν. Ἅπαξ γάρ οἰκειωσάμενος τά ἡμέτερα, ἅ ποιεῖ ἐν ἡμῖν αὐτός, ταῦτα ἑαυτῷ ἐπιγράφεται. Ἀνάστασις δέ ψυχῆς ἡ ἕνωσίς ἐστι τῆς ζωῆς· ὥσπερ γάρ τό νεκρόν σῶμα, εἰ μή δέξεται ἐν ἑαυτῷ τήν ζῶσαν ψυχήν καί ἀμίκτως ταύτῃ μιγῇ, ζῆν οὐ λέγεται οὐδέ δύναται, οὕτως οὐδέ ψυχή μόνη ζῆν αὐτή καθ᾿ ἑαυτήν δύναται, εἰ μή ἀρρήτως καί ἀσυγχύτως ἑνωθῇ Θεῷ, τῇ ὄντως αἰωνίᾳ ζωῇ. Πρό γάρ τῆς ἐν γνώσει καί ὁράσει καί αἰσθήσει ἑνώσεως νεκρά ἐστιν, εἰ καί νοερά ὑπάρχει καί τῇ φύσει ἀθάνατος. Οὔτε γάρ γνῶσις δίχα ὁράσεως, οὔτε ὅρασις δίχα αἰσθήσεως. Ἔστι δέ τό λεγόμενον οὕτως· ὅρασις καί ἐν τῇ ὁράσει γνῶσις καί αἴσθησις (ἐν τοῖς πνευματικοῖς δέ τοῦτό φημι, ἐν γάρ τοῖς σωματικοῖς καί δίχα ὁράσεως αἴσθησις γίνεται). Οἷόν τι λέγω; Τυφλός εἰς λίθον τόν πόδα κρούων αἰσθάνεται, ὁ δέ νεκρός οὔ· ἐν τοῖς πνευματικοῖς δε εἰ μή εἰς θεωρίαν ἔλθῃ ὁ νοῦς τῶν ὑπέρ ἔννοιαν, τῆς μυστικῆς ἐνεργείας οὐκ αἰσθάνεται. Ὁ οὖν πρό τῆς θεωρίας τῶν ὑπέρ νοῦν καί λόγον καί ἔννοιαν ἐπαισθάνεσθαι λέγων ἐν τοῖς πνευματικοῖς, τῷ τάς ὄψεις πηρῷ ἔοικεν, ὅς ἐν οἷς μέν πάσχει ἀγαθοῖς ἤ κακοῖς ἐπαισθάνεται, ἀγνοεῖ δέ τά ἐν χερσίν ἤ ποσί καί τά παραίτια ζωῆς ἤ θανάτου τούτῳ γενόμενα· τά γάρ ἐπερχόμενα αὐτῷ κακά ἤ ἀγαθά οὐδαμῶς ἐπαισθάνεται τῆς ὀπτικῆς ἐστερημένος δυνάμεως καί αἰσθήσεως, ὅθεν καί πολλάκις τήν ῥάβδον ἐπάρας πρός τήν τοῦ ἐχθροῦ ἄμυναν, ἀντ᾿ ἐκείνου ἔσθ᾿ ὅτε τόν ἑαυτοῦ φίλον μᾶλλον ἐτύπτησε, τοῦ ἐχθροῦ πρό τῶν ὀφθαλμῶν αὐτοῦ ἱσταμένου καί διαγελῶντος αὐτόν.

Επόμενη σελίδα της Ενότητας αυτής

Ἅγιος Συμεών : σελίδα περιεχομένων

Συμεών ο Νέος Θεολόγος

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης