ΚΑΘΑΠΕΡ σπείρεται σῶμα ψυχικόν, ὡς τό λόγιον, καί ἐγείρεται σῶμα οὐχ οἷον τό τοῦ πρωτοπλάστου πρό τῆς παραβάσεως ἦν, ὑλικόν δηλαδή καί αἰσθητόν καί τρεπτόν, δεόμενον τροφῆς αἰσθητῆς, ἀλλά ἐγείρεται σῶμα πνευματικόν ὅλον καί ἄτρεπτον, οἷον τό τοῦ Δεσπότου ἡμῶν καί Θεοῦ μετά τήν ἀνάστασιν ἦν, τοῦ δευτέρου Ἀδάμ δηλονότι καί πρωτοτόκου ἡμῶν γενομένου ἐκ τῶν νεκρῶν, κατά πολύ διαφέρον ἐκείνου, τόν αὐτόν δή τρόπον καί ἡ κτίσις ἅπασα θείῳ γενήσεται νεύματι οὐχ οἵα παρήχθη, ὑλική τε καί αἰσθητή, ἀλλ᾿ εἰς ἄϋλον καί πνευματικόν ὑπέρ πᾶσαν αἴσθησιν ἐν τῇ παλιγγενεσίᾳ μεταποιηθήσεται οἰκηκήριον. Ἄλλως τε δέ καί καθώς ὁ θεῖος Παῦλός φησιν ὅτι “πάντες μέν οὐ κοιμηθησόμεθα, πάντες δέ ἀλλαγησόμεθα ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ” οὕτω καί ἡ κτίσις ὑπό τοῦ θείου φλεχθεῖσα πυρός ἀλλοιωθήσεται, ὡς ἄν καί τό προφητικόν πληρωθήσεται λόγιον τό οὕτω φάσκον· “Δίκαιοι δέ κληρονομήσουσι γῆν”, οὐκ αἰσθητήν πάντως, - πῶς γάρ, οἱ πνευματικοί χρηματίζοντες; - ἀλλά πνευματικήν πᾶσαν καί ἄϋλον, ἵνα οἱ ἀσώματα κεκτημένοι τά σώματα καί ὑπέρ αἴσθησιν ἐν αἰσθήσει γενόμενοι, καί ἀπερίγραπτοι ἐν ἀπεριγράπτοις ὄντες οἱ περιγραπτοί, ἄξιον ἔχωσι τῆς ἑαυτῶν δόξης κατοικητήριον.
Ἅγιος Συμεών : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά