Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Συμεὼν ὁ Νέος Θεολόγος

Δὲν εἶναι πιὰ χωρὶς μορφὴ ὅπως πρίν

 

ΑΝΕΡΧΟΜΕΝΩΝ ἡμῶν ἐπί τό τελεώτερον, οὐκέτι ὡς τό πρότερον ἄμορφος ἤ ἀνείδεος ὁ ἄμορφος καί ἀνείδεος ἔρχεται ἤ τήν παρουσίαν καί ἄφιξιν τοῦ φωτός αὐτοῦ σιωπῇ πρός ἡμᾶς ἀπεργάζεται. Ἀλλά πῶς; Ἐν μορφῇ τινι, πλήν Θεοῦ· Θεός δέ οὐκ ἐν σχήματι ἤ ἐκτυπώματι, ἀλλ᾿ ἐν ἀκατανοήτῳ καί ἀμηχάνῳ καί ἀμόρφῳ μεμορφωμένος φωτί ἁπλοῦς δείκνυται - οὐδέν γάρ πλέον εἰπεῖν ἤ ἐκφράσαι δυνάμεθα -, τέως ἐμφανῶς δείκνυται καί γνωρίζεται πάνυ γνωστῶς καί λίαν ὁρᾶται τρανῶς ὁ ἀόρατος, ἀοράτως λαλεῖ καί ἀκούει καί, ὡς εἴ τις φίλος πρός φίλον ἐνώπιος ἐνωπίῳ, προσομιλεῖ ὁ φύσει Θεός τοῖς κατά χάριν ἐξ αὐτοῦ γεννηθεῖσι θεοῖς, καί ὡς πατήρ ἀγαπᾷ καί παρά τῶν υἱῶν φιλεῖται ἄγαν θερμῶς καί γίνεται τούτοις ξένον θέαμα καί φρικτότερον ἄκουσμα, μήτε λαλεῖσθαι παρ᾿ αὐτῶν ἀξίως δυνάμενον, μήτε σιωπῇ συγκαλύπτεσθαι ἀνεχόμενον· οὗ τῷ πόθῳ ἀεί ἀναπτόμενοι καί μυστικῶς παρ᾿ αὐτοῦ ἐνηχούμενοι, ποτέ μέν περί τῶν ἀλλοτρίων παθῶν ἀποδυρόμενοι γράφουσι, ποτέ δέ τά ἑαυτῶν θριαμβεύουσι πταίσματα. Καί ποτέ μέν, τάς εἰς αὐτούς γενομένας εὐεργεσίας καί ἐνεργείας τῆς χάριτος εὐχαρίστως ἐκδιηγούμενοι, θεολογικῶς ἀνυμνοῦσι τόν θεουργικῶς αὐτούς ἀλλοιώσαντα· ποτέ δέ, εἴ τι ἐναντίως καί ἐσφαλμένως λεγόμενον περί τῆς ψυχικῆς σωτηρίας ἡμῶν ἀκούσωσι, κατά τό δοθέν αὐτοῖς μέτρον τῆς γνώσεως διορθούμενοι, τοῦτο γράφουσι, τάς μαρτυρίας ἀπό τῶν θείων παριστῶντες Γραφῶν καί ἠρεμεῖν ὅλως ἤ κόρον τῆς διηγήσεως λαβεῖν οὐκ ἰσχύουσι. Τίνα τρόπον; Ἐπειδή οὐκέτι ἑαυτῶν, ἀλλά τοῦ ἐν αὐτοῖς εἰσι Πνεύματος, οὕς καί κινεῖ καί ὑπ᾿ αὐτῶν πάλιν κινεῖται αὐτό, καί γίνεται ἐν αὐτοῖς πάντα ὅσα ἐν ταῖς θείαις ἀκούεις Γραφαῖς περί τῆς βασιλείας τῶν οὐρανῶν λεγόμενα, μαργαρίτης, κόκκος σινάπεως, ζύμη, ὕδωρ, πῦρ, ἄρτος, πόμα ζωῆς, πηγή ζῶσά τε καί ἁλλομένη, ποταμούς ῥέουσα λόγων πνευματικῶν, λόγων θείας ζωῆς, - λαμπάς, κλίνη, παστάς, νυμφῶν,νυμφίος, φίλος, ἀδελφός καί πατήρ. Καί τί πολλά λέγων πειρῶμαι τά πάντα διεξελθεῖν καί ἰδού εἰσιν ἀναρίθμητα; Ἅ γάρ ὀφθαλμός οὐκ εἶδε καί οὖς οὐκ ἤκουσε καί ἐπί καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, πῶς γλῶσσα μετρήσασα ταῦτα λόγῳ ἐκδιηγήσεται; Ὄντως οὐδαμῶς. Εἰ γάρ καί ἐντός ἡμῶν πάντα διά τό τόν πάροχον τούτων Θεόν περιφέρειν κεκτήμεθα, ἀλλ᾿ οὔτε νοΐ ἐκμετρῆσαι, οὔτε λόγῳ ἐξηγήσασθαι ταῦτα ὅλως δυνάμεθα.

Ἅγιος Συμεών : σελίδα περιεχομένων

Συμεών ο Νέος Θεολόγος

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης