Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Συμεὼν ὁ Νέος Θεολόγος

Βλέπεται καὶ ἀκούγεται, τὰ πάντα γίνεται

 

Ο ΘΕΟΣ, ἡ τῶν ὅλων αἰτία, εἷς ἐστι· τό δέ ἕν τοῦτο φῶς καί ζωή ἐστι, πνεῦμα καί λόγος, στόμα καί ῥῆμα, σοφία καί γνῶσις, χαρά καί ἀγάπη, βασιλεία οὐρανῶν καί παράδεισος, οὐρανός οὐρανῶν, ὥσπερ καί ἥλιος ἡλίων καί Θεός θεῶν καί ἡμέρα καλεῖται ἀνέσπερος· καί πᾶν ὁτιοῦν ἄν εἴποις ἀπό τῶν ὁρωμένων καλόν, καί ὑπέρ τό πᾶν ζητῶν, εὑρήσεις τό ἕν τοῦτο ἐνυποστάτως ὄν καί κυρίως καλούμενον ἀγαθόν. Οὐχ ὡς τά ὁρώμενα δέ τοιοῦτον κἀκεῖνό ἐστιν, ἀλλ᾿ ἀσυγκρίτως καί ἀρρήτως ὑπέρ ἅπαντα τά ὁρώμενα· οὐδέ καθ᾿ ἕν τούτων ὡς ταῦτα καί τό ἕν ἐκεῖνο κεχωρισμένως εὑρίσκεται, ἀλλ᾿ ἕν μένον ἀναλλοιώτως καί τό αὐτό πανάγαθόν ἐστι καί ὑπέρ πᾶν ἀγαθόν. Οὕτω τοιγαροῦν τετίμηται καί αὐτός ὁ κατ᾿ εἰκόνα Θεοῦ καί ὁμοίωσιν κτισθείς ἄνθρωπος, μίαν αἴσθησιν ἔχων ἐν μιᾷ ψυχῇ καί νοΐ καί λόγῳ, εἰ καί πενταχῶς διαμερίζεται ταῖς φυσικαῖς ἀνάγκαις τοῦ σώματος, πρός μέν τά σωματικά διά τῶν πέντε διαιρουμένη ἀδιαιρέτως αἰσθήσεων, ἥτις καί ἀναλλοιώτως ἀλλοιουμένη τήν ἐνέργειαν δείκνυσι, βλέπουσα οὐκ αὐτή, ἀλλά δι᾿ αὐτῆς ἡ ψυχή, οὕτω δέ καί ἀκούουσα καί ὀσφραινομένη καί γευομένη καί τῇ ἁφῇ διακρίνουσα. Ἐν δέ τοῖς πνευματικοῖς οὐκέτι θυρίσιν αἰσθήσεως διαιρεῖσθαι καταναγκάζεται, οὐκέτι ζητεῖ ἀνοιγῆναι τούς ὀφθαλμούς τοῦ ἰδεῖν ἤ τι τῶν ὄντων θεάσασθαι, οὐδέ τά ὦτα λόγον εἰσδέξασθαι, οὐδέ ὄσφρησιν ἐκκαθᾶραι εἰς τό ὀξέως ὀσφραίνεσθαι· οὐδέ δεῖται χειλέων ἤ γλώττης πρός τήν τοῦ γλυκέος ἤ πικροῦ γεῦσιν ὁμοῦ καί διάκρισιν, οὐδέ χειρῶν τοῦ ἐπαφᾶσθαι καί εἰδέναι δι᾿ αὐτῶν τό τραχύ τε καί λεῖον καί ὁμαλόν. Ἀλλά τούτων ἁπάντων ἡ αἴσθησις ἐκτός γενομένη καί ὅλη καθόλου συναπαχθεῖσα τῷ νῷ, ὡς φυσικῶς αὐτῶν συνεπομένη καί ἀχωρίστως μία οὖσα, τάς πέντε ἔχει αἰσθήσεις ἐν ἑαυτῇ, ὡς οὔσας ἕν ἤ καί πλείστας, εἰπεῖν ἀκριβέστερον.

Επόμενη σελίδα της Ενότητας αυτής

Ἅγιος Συμεών : σελίδα περιεχομένων

Συμεών ο Νέος Θεολόγος

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης