Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Γρηγόριος Παλαμᾶς

Σελ 10


Πρόσεχε σεαυτῷ




ΠΡΟΣΕΧΕ σεαυτῷ», φησίν ὁ Μωϋσῆς· παντί δηλονότι, οὐ τινί μέν τῶν σῶν, τινί δ’ οὔ. Διά τίνος; Τοῦ νοῦ πάντως. Οὐδενί γάρ ἄλλῳ δυνατόν προσέχειν ἑαυτῷ παντί. Ταύτην οὖν ἐπίστησιν καί ψυχῇ σώματι τήν φυλακήν· δι’ αὐτῆς γάρ καί σωματικῶν καί ψυχικῶν πονηρῶν παθημάτων ἀπαλλαγήσῃ ρᾳδίως. Σεαυτοῦ τοίνυν πρόστηθι, σεαυτῷ ἐπίστηθι, σεαυτόν ἐπίσκεψαι, μᾶλλον δέ προΐστασο καί ἐπισκέπτου καί ἔταζε· καί γάρ οὕτω τήν σάρκα ἀφηνιάζουσαν ὑποτάξεις τῷ πνεύματι καί «ρῆμα κρυπτόν ἐν τῇ καρδίᾳ σου οὐ μήποτε γένηται». Ἐάν πνεῦμα τοῦ ἐξουσιάζοντος», τῶν πονηρῶν δηλονότι καί πνευμάτων καί παθημάτων, «ἀναβῇ ἐπί σέ», φησίν ὁ Ἐκκλησιαστής, «τόπον σου μή ἀφῇς», τουτέστι μή ψυχῆς μέρος, μή μέλος σώματος ἀνεπίσκοπον ἐάσῃς. Οὕτω γάρ καί τῶν κάτωθεν ἐπηρεαζόντων πνευμάτων ἀνώτερον διαγενήσῃ καί «τῷ ἐτάζοντι καρδίας καί νεφρούς», ὡς αὐτός ταῦτα προετάσας, ἀνεξετάστως παραστήσῃ μετά παρρησίας. «Εἰ γάρ ἑαυτούς ἐκρίνομεν, οὐκ ἄν ἐκρινόμεθα». Παῦλός ἐστιν ὁ λέγων. Καί τό τοῦ Δαυίδ παθών μακάριον ἐκεῖνο πάθος, καί αὐτός πρός τόν Θεόν ἐρεῖς ὅτι «σκότος οὐ σκοτισθήσεται ἀπό σοῦ καί νύξ ὡς ἡμέρα φωτισθήσεταί μοι ὅτι σύ ἐκτήσω τούς νεφρούς μου». Οὐ τό τῆς ἐμῆς, φησί, ψυχῆς μόνον ἐπιθυμητικόν ὅλον σόν εἰργάσω, ἀλλά καί εἴ τι ἐν τῷ σώματι ταύτης τῆς ἐπιθυμίας ζώπυρον πρός τήν ἐμποιοῦσαν ἐπιστρέψαν, δι’ αὐτῆς πρός σέ ἀνέπτη καί σοῦ ἐξήρτηται καί σοί κολλᾶται. Ὡς γάρ τοῖς τῶν αἰσθητῶν καί φθαρτῶν ἡδονῶν ἀνεχομένοις τό τῆς ψυχῆς ἐπιθυμοῦν ὅλον κενοῦται πρός τήν σάρκα καί διά τοῦτο ὅλοι σάρκες γίνονται καί τό Πνεῦμα τοῦ Θεοῦ κατά τό γεγραμμένον οὐκ ἔνι καταμένειν ἐν αὐτοῖς, οὕτω τοῖς ἀνυψώσασι τόν νοῦν πρός τόν Θεόν καί τοῦ θείου πόθου τήν ψυχήν ἐξηρτημένοις, καί ἡ σάρξ μετασκευαζομένη συνανυψοῦταί τε καί συναπολαύει τῆς θείας κοινωνίας καί κτῆμα καί αὐτή γίνεται καί οἴκημα Θεοῦ, μηκέτ’ ἐνοικουροῦσαν ἔχουσα τήν πρός Θεόν ἔχθραν, μηδέ κατά τοῦ πνεύματος ἐπιθυμοῦσα.



Ἅγιος Γρηγόριος Παλαμάς : Σελίδα Περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά