Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Γρηγόριος Παλαμᾶς

Σελ 22


Θεοπτίαι




ΑΛΛ’ ἐν Θεῷ γενόμενος ὁ Παῦλος καί τά τοῦ Θεοῦ ἀόρατα τεθεαμένος ἐν ἐκστάσει τήν οὐσίαν ἆρ’ εἶδε τοῦ Θεοῦ; Καί τίς ἄν τοῦτο εἴποι; Τόν αὐτόν οὖν τρόπον καί οἱ δι’ ἡσυχίας κεκαθαρμένοι τῶν ἀοράτων καταξιοῦνται θεαμάτων, ἀνεπάφου μενούσης τῆς οὐσίας τοῦ Θεοῦ, ἀλλά καί μυοῦνται καί διανοοῦνται περί τῆς θέας ἐκείνης οἱ καταξιωμένοι ταύτης καί οὕτω τῆς νοητῆς τοῦ Θεοῦ φωτοδοσίας ἐν ἀπαθεῖ καί ἀΰλῳ τῷ νῷ μετέχουσιν, ἀλλά καί ὑπέρ τάς θεωρίας ταύτας καί τάς κατ’ αὐτάς μυήσεις ἴσασι τό θεῖον· καί οὕτω τήν ὑπέρ νοῦν ταύτην κρεῖττον ἤ καθ’ ἡμᾶς ἔχουσιν ἐπιβολήν, οὐκ ἀπό τοῦ μή ὁρᾶν, ὡς οἱ ἐξ ἀφαιρέσεως θεολογοῦντες, ἀλλ’ αὐτῇ τῇ ὁράσει τό ὑπέρ ὅρασιν εἰδότες, πάσχοντες οἷον τήν ἀφαίρεσιν, ἀλλ’ οὐ διανοούμενοι. Ὡς οὖν τοῦ καταφατικῶς θεολογεῖν τό τά θεῖα πάσχειν καί ὁρᾶν ἕτερον καί ὑπέρτερόν ἐστιν, οὕτω τοῦ κατά ἀφαίρεσιν θεολογεῖν τό κἀν τῇ πνευματικῇ ὁράσει διά τό τοῦ ὁρωμένου ὑπερβάλλον πάσχειν τήν ἀφαίρεσιν ἕτερον καί ὑπέρτερόν ἐστιν. Εἰ γάρ τις ἡλίου σκιάν ἐν κατόπτρῳ καθορῴη τοῦ κατ’ οὐρανόν τούτου λαμπροτέραν, ὡς καί ὑπό τῆς σκιώδους ἀστραπῆς τήν οἰκείαν ὄψιν ἡττωμένην ἔχειν, πάντως τό δι’ ὑπεροχήν ἀόρατον τοῦ ἀρχετύπου συνεώρακεν ἄν, ἀλλ’ οὐκ ἐξ ἀορασίας, ἀλλ’ ἐκ τῆς ὁράσεως· οὕτω τοίνυν καί οἱ τῆς μακαριωτάτης ἐκείνης θέας ἀξιούμενοι, οὐκ ἐξ ἀποφάσεως ἀλλ’ ἐκ τῆς ἐν πνεύματι ὁράσεως τῆς θεοποιοῦ ταύτης ἐνεργείας τό ὑπέρ ὅρασιν γινώσκουσι, πόσῳ γε μᾶλλον τοῦ ταύτην ἐνεργοῦντος. Ὅσοι δ’ ἄν ὑπ’ ἐκείνων διδαχθεῖεν, τῆς μέν νοητῆς φωτοδοσίας μεταλαγχάνουσι καί πρός τήν κατά ἀπόφασιν θεολογίαν ἀνιέναι δύνανται· τυχεῖν δέ τῆς ὁμοίας θέας καί δι’ αὐτῆς καί μετ’ αὐτῆς συνορᾶν τό τοῦ Θεοῦ ἀθέατον, τῶν ἀδυνάτων, εἰ μή καί τῆς ὑπερφυοῦς καί πνευματικῆς καί ὑπέρ νοῦν ἑνώσεως τεύξονται.

Οὕτω γάρ καί ὁ Στέφανος, κατά τόν Νύσσης θεῖον Γρηγόριον, «οὐκ ἐν τῇ ἀνθρωπίνῃ φύσει τε καί δυνάμει μένων τό θεῖον βλέπει, ἀλλά πρός τήν τοῦ ἁγίου Πνεύματος χάριν ἀνακραθείς, ὅτι τῷ ὁμοίῳ καθορᾶσθαι τά ὅμοια παρά τῆς Γραφῆς μεμαρτύρηται· εἰ γάρ ἀνθρωπίνῃ φύσει τε καί δυνάμει ἡ τοῦ Πατρός καί τοῦ Υἱοῦ δόξα χωρητή κατέστη, ψευδής ὁ ἀχώρητον ἀποφηνάμενος εἶναι τό θέαμα· ἀλλά μή οὐδέ ἐκεῖνον ψεύδεσθαι καί τήν ἱστορίαν ἀληθεύειν ἐπάναγκες». Καλῶς ἄρα καί πρότερον ἐλέγομεν ὅτι ἡ ἐπί τῇ μεταμορφώσει τοῦ Χριστοῦ θεωρηθεῖσα δόξα τοῦ Πατρός ἦν, ἐπεί Πατρός τε καί Υἱοῦ δόξα μία· καί νῦν γάρ σαφῶς ἐν Θεῷ γενόμενος ὁ Στέφανος, οὐ τόν Θεόν ἐν δόξῃ εἶδε μόνον ἀλλά καί αὐτήν τήν δόξαν, δόξαν οὖσαν τοῦ Πατρός. «Ἆρ’ οὖν ἀνθρωπίνης φύσεως ἦν τό κατόρθωμα; Ἆρά τινος τῶν ἀγγέλων πρός τό ὕψος ἐκεῖνο τήν κάτω κειμένην φύσιν ἀναβιβάσαντος; Οὐκ ἔστι ταῦτα· οὐ γάρ οὕτω γέγραπται ὅτι Στέφανος τῇ δυνάμει πολύς ἤ τῆς ἀγγελικῆς βοηθείας πλήρης γενόμενος εἶδεν ἅ εἶδεν, ἀλλ’ ὅτι Στέφανος, πλήρης ὤν Πνεύματος ἁγίου, εἶδε τήν δόξαν τοῦ Θεοῦ καί τόν μονογενῆ τοῦ Θεοῦ· οὐ γάρ ἔστι, καθάπερ ὁ προφήτης εἶπε, τό φῶς ὀφθῆναι μή ἐν φωτί καθορώμενον». Εἰ δέ ἐν φωτί πατρικῷ τῷ Πνεύματι φῶς ὁρῶμεν τόν Υἰόν, ἔστιν ἄρ’ ἡμῖν ἕνωσίς τις ἄμεσος πρός τόν Θεόν καί μετάδοσις φωτός ἐκεῖθεν, μή διά μέσων μετεχομένη τῶν ἀγγέλων.

Ἅγιος Γρηγόριος Παλαμάς : Σελίδα Περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης