Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Μακάριος ὁ Μέγας

Ἡ ψυχὴ γίνεται τοῦ Κυρίου

 

ΤΟΣΑΥΤΗ ἀγαθότης τῆς ἀρρήτου εὐδοκίας Χριστοῦ εἰς τὴν ταπεινωθεῖσαν ὑπὸ τῆς κακίας ἀνθρωπότητα γέγονεν, ὥς φησιν ὁ ἀπόστολος· «ὁ κολλώμενος τῷ Κυρίῳ ἔσται εἰς ἓν πνεῦμα» καὶ ὁ Κύριος· «τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος ἓν πνεῦμά ἐστι», καὶ πάλιν ἀλλαχοῦ· «πάτερ ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ οὗτοι ἵνα ἐν ἡμῖν ἓν ὦσιν». Εἰ γὰρ μετὰ τῆς πονηρίας τῶν παθῶν οὖσα ἡ ψυχὴ ἓν ἦν μετ᾿ αὐτῆς - κἂν γὰρ εἶχεν ἴδιον θέλημα, ἀλλ᾿ οὐκ ἠδύνατο ποιεῖν ὃ ἤθελε καθώς φησιν ὁ ἀπόστολος «ὃ οὐ θέλω τοῦτο ποιῶ» - διὰ τὸ πεπρᾶσθαι καὶ δούλην εἶναι καὶ ζυγὸν βαρὺν βαστάζειν ἁμαρτίας παθῶν, εἰ οὖν ἐκείνη οὕτως, πόσῳ μᾶλλον ἡ δύναμις τῆς θεότητος οἰκήσασα ἐν τῇ ἁγιασθείσῃ ψυχῇ, τῇ ἀξίᾳ τοῦ Κυρίου γενομένῃ, ἑνοῦται μετ᾿ αὐτῆς, τὸ θέλημα ἑαυτῆς ἅπαν πάσῃ χαρᾷ καὶ προθυμίᾳ ἀποδούσης τῇ δυνάμει τοῦ θεϊκοῦ πνεύματος, καὶ γίνεται ἡ ψυχὴ τοῦ Κυρίου διὰ τὸ ἑκουσίως καὶ προθύμως βασιλεύεσθαι ὑπὸ τῆς θείας τοῦ πνεύματος δυνάμεως καὶ ἰδίῳ θελήματι μηκέτι αὐτὴν πορεύεσθαι. Ὥσπερ γὰρ ὁ ἥλιος καὶ ὁ ἄνεμος κέκρανται ἐν ἀλλήλοις, οὕτως ἀνακιρνᾶται ἡ ἀξία ψυχὴ μετὰ τοῦ πνεύματος τοῦ Κυρίου, ὅλη ἐξ ὅλου ἐν τῷ πνεύματι γινομένη διὰ τὸ σύμφωνον εἶναι τὴν ψυχὴν ἐν πάσαις ἀρεταῖς τῇ χάριτι τοῦ Κυρίου. «τίς, γάρ φησιν, ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ»; Παρακαλέσωμεν οὖν τὸν Κύριον καὶ ἡμεῖς τυχεῖν τῆς ἀνεκδιηγήτου δωρεᾶς ταύτης καὶ ἐν πάσῃ πληροφορίᾳ πίστεως καὶ ἐλπίδος δέξασθαι ἐν ἑαυτοῖς προσδοκήσωμεν τὴν ἐξ ὕψους δύναμιν τὴν καθαίρουσαν πάντα τὰ ἐν ἡμῖν τῆς κακίας τῶν παθῶν ὀχυρώματα, ἵνα ἕως ἐν σαρκί ἐσμεν, ἁγιασθέντες ὑπὸ τοῦ πνεύματος, καθαρισθέντες ἀπὸ τῶν παθῶν τῆς ἁμαρτίας καὶ ἄσπιλοι καὶ ἄμωμοι διὰ τῆς χάριτος αὐτοῦ καταρτισθέντες ἄξιοι τῆς αἰωνίου κληρονομίας γενώμεθα ἐν Χριστῷ Ἰησοῦ, τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μακάριος : σελίδα περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης