Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Μακάριος ὁ Μέγας

Διδαχή

 

ΟΙ ΤΟΝ ΘΕΜΕΛΙΟΝ ὥσπερ πέτραν οἰκοδομοῦντες, ἥτις ἐστὶν Ἰησοῦς Χριστός, καὶ ἐπὶ πολλῷ χρόνῳ γυμνασθέντες καὶ δοκιμασθέντες, οὗτοι «τοῖς πειραζομένοις βοηθῆσαι» δύνανται καὶ συμπαθῆσαι καὶ ἐλεῆσαι αὐτούς.

Τινὲς δὲ σφαλλόμενοι εἰς ἑαυτούς, χάριτος Θεοῦ γενομένης ἐν αὐτοῖς ἐνεργηθέντες μεγάλως, οὕτως εὗρον τὰ μέλη αὐτῶν ἡγιασμένα, ὥστε λογίζεσθαι ὅτι «οὐκ ἐγχωρεῖ εἰς Χριστιανὸν ἐπιθυμίαν εἶναι», ἀλλὰ κέκτηνται νοῦν σώφρονα καὶ ἁγνόν· καὶ ἔστιν ὁ ἔσω ἄνθρωπος μετέωρος εἰς τὰ θεῖα καὶ ἐπουράνια μυστήρια, ὥστε νομίσαι τὸν τοιοῦτον ἤδη εἰς τὰ τέλεια μέτρα ἐφθακέναι. Καὶ ὡς ἐνόμισε προσηγγικέναι τῷ λιμένι, ἐπανέστησαν αὐτῷ κλύδωνες, ὥστε πάλιν αὐτὸν εἰς τὸ μέσον τοῦ πελάγους εἰσενεχθῆναι, ὅπου μόνον οὐρανὸς καὶ θάλασσα καὶ θάνατος ἕτοιμος - ἡ ἁμαρτία γὰρ ἐπεισελθοῦσα κατειργάσατο ἐπιθυμίαν κακήν - καὶ νῦν οἱ αὐτοὶ ὥσπερ ἀπὸ ὅλου βυθοῦ τῆς θαλάσσης ψεκάδας τινὰς ἐδέξαντο καὶ εὑρίσκουσιν ἐκεῖνοι αὐτοὶ καθ᾿ ὥραν καὶ καθ᾿ ἡμέραν τοσαύτην θαυματουργίαν γινομένην, ὥστε τὸν ἐνεργούμενον ἐπὶ τῇ παραδόξῳ καὶ ξένῃ καὶ θεϊκῇ ἐργασίᾳ θαμβεῖσθαι καὶ ἐκπλήττεσθαι, πῶς σοφίζει, πῶς φωτίζει, εἰρηνεύει, ὁδηγεῖ, τὰ πάντα ἀγαθύνει, τὰ θεῖα καὶ ἐπουράνια διδάσκει, ὥστε τὸν τοιοῦτον πρὸς σύγκρισιν ἐκείνου τοῦ μυστηρίου τοὺς βασιλεῖς καὶ δυνάστας καὶ σοφοὺς καὶ ἀξιωματικοὺς ὡς ἐλαχίστους ἡγεῖσθαι. Καὶ μετὰ καιροὺς καὶ ὥρας μεταβάλλεται τὰ πράγματα, ὥστε ἐξ ἀληθείας ἑαυτὸν ἡγεῖσθαι ἁμαρτωλότερον ὅλων τῶν ἀνθρώπων καὶ ἔχειν ἑαυτὸν ὡς πηλόν, πάλιν ἄλλῃ ὥρᾳ ὁρᾷ ἑαυτὸν ὁ τοιοῦτος {ὡς} βασιλέα μέγιστον, ἐξαίσιον δυνάστην ἢ φίλον βασιλέως, πάλιν ἑαυτὸν ὁρᾷ πτωχὸν καὶ ἀσθενῆ. Λοιπὸν εἰς ἀδημονίαν ἐμπίπτει ὁ νοῦς [«διὰ τί οὕτως καὶ οὕτως;»]

Επόμενη σελίδα της Ενότητας αυτής

Μακάριος : σελίδα περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης