Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Μακάριος ὁ Μέγας

Ἡ πνευματικὴ καὶ ἐνυπόστατη ἐργασία

 

Σελ 2

Λοιπὸν οὖν παντὶ τρόπῳ ἀγωνίζεται ἐξυδαροῦν τὴν προαίρεσιν καὶ συμβουλίας εὐλογοφανεῖς ὑποσπείρειν, μόνον ἵνα ἐκεῖθεν ἀποσπάσῃ καὶ ἐκκλίνῃ καὶ μετεωρίσῃ τοῦ μὴ ζητεῖν τὸ φονεῦον τὴν ἁμαρτίαν. Ἡμεῖς τοίνυν, ἀγαπητοί, πάντοτε τὸν σκοπὸν ἡμῶν καὶ τὸν ἀγῶνα καὶ τὸν πόνον ἐκεῖ ἔχωμεν μηδεμίαν ὥραν διδόντες ἑαυτοῖς ἄνεσιν καὶ μήτε ἐν μικρῷ μήτε ἐν μεγάλῳ πράγματι ὑπακούσωμεν ταῖς συμβουλίαις αὐτοῦ, ὅπως ἐκείνη ἡ πνευματικὴ καὶ ἐνυπόστατος ἐργασία γένηται ἐν ἡμῖν ἡ ἀποκτέννουσα τὴν ἐν ἡμῖν κακίαν. Λόγοι γὰρ μύριοι οὐδὲν ὠφελοῦσιν, ἐργασίας πνευματικῆς χρεία ἐνυποστάτου. Ἄλλος γάρ ἐστιν ὁ λόγον ἀκούων καὶ χαροποιούμενος καὶ ἄλλος ὁ ἐνέργειαν θείας δυνάμεως αἰσθανόμενος ἐν ἑαυτῷ, δι᾿ οὗ ἀποκτέννεται ἡ ἁμαρτία. Ἄλλος οὗτος καὶ ἄλλος ἐκεῖνος. Κἀκεῖνο μὲν καλόν, ἀλλ᾿ ὁ δυνάμεως θείας [ἐνέργειαν] αἰσθανόμενος οὗτος ἐγγίζει καὶ κοινωνεῖ φύσει θείᾳ κατὰ τὸ γεγραμμένον· ὅπως «γένησθε φύσεως θείας κοινωνοί», καὶ «σπέρμα» Θεοῦ ἔχων ἐν ἑαυτῷ «Πνεύματος ἁγίου» μέτοχος τυγχάνει, ὥσπερ υἱὸς ὢν ἤδη «τῆς ἀληθείας».

Μόνος οὖν ὁ Θεὸς δύναται κρατῆσαι τὴν ψυχὴν καὶ συναγαγεῖν τοὺς λογισμοὺς αὐτῆς (καθὼς προλαβόντες ἀνωτέρω εἰρήκαμεν), ἄλλῳ δὲ τοῦτο ποιῆσαι ἀδύνατον. Ποῦ οὖν ἐστιν ἡ ψυχή; Ἰδοὺ γὰρ ὅλη ἐν τῷ σώματί ἐστι καὶ ὅλη ἔξω τοῦ σώματός ἐστιν, νοεῖ τὰ μέλλοντα, περὶ τῶν ἐρχομένων διαλογίζεται. Ἐπὶ γῆς ἐστι τῷ σώματι καὶ τῇ διανοίᾳ ἐν οὐρανοῖς ἐστιν ἡ ἀξία καὶ πιστή, ὁμοίως καὶ ἡ τοῦ ἁμαρτωλοῦ ἐπὶ γῆς ἐστι τῷ σώματι καὶ ἔξω εἰς πορρωτέρας πατρίδας κακὰ ἀποτελεῖ. Ἡ δὲ ἀξία ἐπὶ γῆς οὖσα τῷ σώματι «ἐν οὐρανοῖς» πολιτεύεται τῷ φρονήματι, καὶ ὁ Κύριος ἐν οὐρανοῖς ὢν τὴν εἰκόνα αὐτοῦ ἐν τῷ σώματι αὐτῆς ἐνέθηκεν. Δόξα τῇ μεγαλωσύνῃ αὐτοῦ τοῦ «οὕτως» ἀγαπήσαντος τὸ γένος τῶν ἀνθρώπων. …

Αρχική ||| Επόμενη σελίδα της Ενότητας αυτής

Μακάριος : σελίδα περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης