Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Μακάριος ὁ Μέγας

Τί θέλουν οἱ χριστιανοί;

 

Η ΔΙΑΚΡΙΣΙΝ ψυχὴ κεκτημένη ἐν τῇ ἀκοῇ τοῦ λόγου ἐκ θείας χάριτος ταύτην κέκτηται, καὶ γὰρ ἡ τῶν Χριστιανῶν ἐλπὶς καὶ ἀνάπαυσις καὶ κτῆσις οὐκ ἔστιν ἐν τῷ αἰῶνι τούτῳ· οὐδὲ γάρ ἐστι κάλλος πάσης τῆς γῆς καὶ τῶν ἐν αὐτῇ γεγενημένων ἀγαθῶν καὶ τοῦ οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ φώτων ὃ ζητοῦσι Χριστιανοί. ἰδοὺ γὰρ πόσα ἀγαθά ἐστιν ἐν τῇ γῇ διάφορα καὶ ποικίλα κάλλη καὶ ἀναπαύσεις, ὁμοίως καὶ ἐν τῷ οὐρανῷ ὅση ποικιλότης ἄστρων, κάλλος φώτων, καὶ οὐδέν ἐστιν ἐκ τούτων, ὃ ζητοῦσι καὶ χρῄζουσι Χριστιανοί. Ἀλλ᾿ ἔστι τι ὃ οὔτε ἐν τῇ γῇ οὔτε ἐν τῷ οὐρανῷ ἐστιν, ἐν ᾧ ζῶσι καὶ ὃ χρῄζουσιν οἱ τὸν Κύριον ἀγαπῶντες. Πόσαι γλῶσσαι ἐν κόσμῳ, πόσαι σοφίαι, πόσαι φρονήσεις, πόσαι τέχναι, πόσαι ἐπιστῆμαι καὶ ἐπιτηδεύματα καὶ σπουδὴ καὶ πλοῦτος ἐν τῇ γῇ, καὶ οὐδὲν τούτων ἐστὶν ὃ χρῄζουσι καὶ ἐν ᾧ ζῶσι Χριστιανοί. Ἔστιν οὖν τι ὃ ζητοῦσι μεῖζον οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ πάντων καὶ γῆς καὶ τῶν ἐν αὐτῇ ἀγαθῶν καὶ καλῶν, καὶ ἅπαξ πάντων τῶν φαινομένων ἀγαθῶν καὶ καλῶν, μηδενὶ τούτων συγκρινόμενον. Τοιγαροῦν τοιαύτης καὶ διανοίας καὶ ψυχῆς χρεία πρὸς τὴν ζήτησιν καὶ τὴν ἔρευναν τούτου τοῦ ἀσυγκρίτου καὶ μόνου καλοῦ καὶ ἀγαθοῦ, ἥτις καὶ αὐτὴ μείζων καὶ ἀνωτέρα τυγχάνει πάντων τῶν ἐν οὐρανῷ καὶ γῇ, καὶ πάσης σοφίας ἀνθρωπίνης καὶ φρονήσεως καὶ γνώσεως κοσμικῆς, μείζων δὲ καὶ ἀνωτέρα τῇ πίστει καὶ ἀγάπῃ λέγω· τὰ γὰρ ἀπὸ τοῦ οὐρανοῦ ἕως τῆς γῆς οὐδὲν τὴν ψυχὴν ὠφελεῖ.

Επόμενη σελίδα της Ενότητας αυτής

Μακάριος : σελίδα περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης