Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Μακάριος ὁ Μέγας

Ἄλλο νικητὴς καὶ ἄλλο ἐλεύθερος

 

ΑΛΛΟ ΓΕΝΝΗΘΗΝΑΙ καὶ ἄλλο πολεμιστής, ἄλλο νικητὴς καὶ ἄλλο ἐλεύθερος. Περὶ γεννήσεως ἐλέγομεν ὅτι ἐν ἑνὶ μέρει τέλειόν ἐστιν, ἐν τῷ τὰ μέλη πάντα ἀποσῴζειν τὸ νήπιον. Οὐ γὰρ δίδωσιν ὁ Κύριος πνεῦμα καὶ χάριν, ἵνα τις πέσῃ ἐν ἁμαρτίαις, ἀλλ' αὐτοὶ ἑαυτοῖς αἴτιοι γίνονται οἱ ἄνθρωποι μὴ συμφωνοῦντες τῇ χάριτι, καὶ διὰ τοῦτο πίπτουσι. Δύναται γὰρ καὶ ἀπὸ ἰδίων καὶ φυσικῶν λογισμῶν πλανᾶσθαι ὁ ἄνθρωπος - ἀμελῶν ἢ καταφρονῶν ἢ καυχώμενος ἢ φυσιούμενος ἢ ἐπαιρόμενος. Καὶ ἄκουε τί λέγει Παῦλος ὁ ἐλεύθερος· «ἵνα, φησί, μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατάν». Ὁρᾷς ὅτι καὶ οἱ ἐν τηλικούτοις μέτροις πνευματικοῖς καταντήσαντες ἀσφαλείας πολλῆς χρῄζουσιν. Ἐὰν γὰρ μὴ δῷ πρόφασιν καὶ ὁρμὴν τῷ σατανᾷ ὁ ἄνθρωπος, οὐ κυριεύει αὐτοῦ. Βίᾳ γὰρ οὐ λαμβάνει αὐτὸν οὔτε ὁ Κύριος οὔτε ὁ σατανᾶς, ἀλλ' εὐαρεστήσας καὶ συμφωνήσας τῇ χάριτι τελειοῦται εἰς αὐτήν, μὴ συμφωνήσας δέ, κἂν γεννηθῇ, τουτέστι μέτοχος πνεύματος γένηται, αὐτὸς αἴτιος γίνεται τοῦ πεσεῖν εἰς τὰ θελήματα τοῦ σατανᾶ. … Ὀφείλεις οὖν δοκιμάζειν καὶ διακρίνειν, καὶ τότε ἐμπιστεύειν. Τῆς δὲ χάριτος φανερά ἐστι τὰ ἐνεργήματα, ἅπερ ἡ ἁμαρτία κἂν μετασχηματίζηται εἰς πρόσωπον ἀγαθόν, παρασχεῖν οὐ δύναται. Οἶδε, γάρ φησι, ὁ σατανᾶς καὶ εἰς ἄγγελον φωτὸς μετασχηματισθῆναι, δηλονότι πρὸς τὸ ἀπατῆσαι. Ἀλλὰ κἂν εἰς ὁράσεις λαμπρὰς μετασχηματιζόμενος φαντάζῃ τὴν ψυχὴν βουλόμενος πλανῆσαι, ἐνέργειαν ἀγαθὴν παρασχεῖν οὐ δύναται, δι' ἧς ἀκριβῶς γνωρίζεται. Οὔτε γὰρ ἀγάπην εἰς Θεὸν καὶ εἰς τοὺς ἀδελφοὺς ἐνεργῆσαι δύναται, εἰ μὴ τάχα τῦφον καὶ ὑψηλοφροσύνην, οὐ πραότητα, οὐκ ἐπιείκειαν, οὐ ταπείνωσιν, οὐ χαράν, οὐκ εἰρήνην, οὐ κατάστασιν λογισμῶν, οὐ μῖσος τοῦ κόσμου, οὐκ ἀνάπαυσιν πνευματικὴν εἰς Θεόν, οὐκ ἐπιθυμίαν τῶν οὐρανίων ἀγαθῶν, οὐχ ἡδονὰς καὶ πάθη παύει ἅπερ ἐστὶ τῆς χάριτος ἐνεργήματα. «ὁ γὰρ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη» καὶ τὰ ἑξῆς. Ἐκ τῆς ἐνεργείας οὖν γνώσῃ τὸ ἐλλαμφθὲν εἰς τὴν ψυχήν σου νοερὸν φῶς, εἰ τοῦ Θεοῦ ἐστιν, ἢ τοῦ σατανᾶ ἐστιν. Ἀλλὰ καὶ αὐτὴ ἡ ψυχὴ ἐὰν ἔχῃ διάκρισιν, εὐθέως ἐκ τῆς νοερᾶς αἰσθήσεως γινώσκει τὴν διαφοράν. Ὥσπερ γὰρ ὅμοιον θρίδαξ πικρίδι ἢ ὄξος οἴνῳ ὅμοιον μὲν εἶναι τῇ ὁράσει δύναται, ἀλλ' ἐκ τῆς γεύσεως ὁ λάρυγξ γνωρίζει τὴν ἑκάστου διαφοράν, οὕτως ἡ ψυχὴ ἐκ τῆς αἰσθήσεως τῆς νοερᾶς καὶ τῆς ἐνεργείας γνωρίζει καὶ τὰ τοῦ πνεύματος χαρίσματα καὶ τὰ τοῦ σατανᾶ φαντάσματα.

Μακάριος : σελίδα περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης