Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Μακάριος ὁ Μέγας

Ἀλήθεια καὶ σκιά

 

ΕΙ ΟΥΝ ΟΙ ΛΟΓΟΙ καλοί εἰσιν, ἀλλὰ σκιὰ εἰσὶ τῶν ἀληθινῶν πραγμάτων. Εἰκόνος γὰρ ζώσης χρεία, ἵνα ἐλθοῦσα ἡ ἐπουράνιος εἰκὼν τοῦ Χριστοῦ κερασθῇ μετὰ τῆς ψυχῆς, καὶ τότε δύναται ζῆν ἐν Θεῷ, ἵνα λάβῃ πτερὰ ἐκεῖθεν τοῦ πνεύματος καὶ χεῖρας καὶ πόδας καὶ ὀφθαλμοὺς τοῦ περιπατεῖν εἰς ἀέρα θεϊκὸν καὶ ἰδεῖν τὸ φῶς τὸ οὐράνιον καὶ ἐργάζεσθαι ἔργον θεϊκόν. Καὶ αὐτοὶ δὲ οἱ τεχνῖται οἱ τὰ εἴδωλα ποιήσαντες, διὰ ξύλου καὶ χαλκωμάτων καὶ χρυσοῦ καὶ ἀργύρων ἐποίησαν εἰκόνας ἀνθρώπων καὶ ζῴων καὶ θηρίων. Ἄπελθε ἐκεῖ ζήτησον· οὐ ψυχὴν εὑρίσκεις, οὐ φωνὴν ἀκούεις, ἵνα ἀποκρίνηταί σοι· ὀφθαλμοὺς γὰρ ἔχουσι καὶ οὐ βλέπουσι, πόδας ἔχουσι καὶ οὐ περιπατήσουσιν. … Μηδεὶς οὖν ἡμῶν τὸν Θεὸν μόνῳ λόγῳ ἐπιγνῷ, ἀλλ' ἵνα ἔχῃ αὐτὸν ἐν τῇ καρδίᾳ ἐν πάσῃ αἰσθήσει καὶ ἐπιγνώσει. Διότι μέγα ἐστὶ τὸ ἀξίωμά σου, ὦ ἄνθρωπε, ὑπερβαῖνον πᾶσαν κτίσεως ποικιλίαν. Πρόσεχε πῶς πλατὺς ὁ οὐρανὸς καὶ στίλβων τοῖς ἄστροις, καὶ οὐκ εὐδόκησεν ἐν αὐτῷ ὁ Κύριος· καὶ ὁποῖοι ἐν αὐτῷ φωστῆρες, ὁποῖα δὲ καὶ πόση ἡ γῆ, καὶ πάντα παριδὼν ὁ Θεὸς εἰς ἀγαθοὺς λογισμοὺς καὶ καρδίαν [ἀνθρώπου] ἀναπαύεται. Μόνος σὺ ναὸς ἐκλήθης Θεοῦ καὶ οἰκητήριον θεότητος ἐγένου, εἰς τὸ καταλύειν καὶ κατασκηνοῦν τὸν Κύριον. «ἐπὶ τίνα γὰρ ἐπιβλέψω ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους»; Καὶ πάλιν· «ἐμφανίσω αὐτῷ ἐμαυτόν» καὶ ἐγὼ καὶ ὁ πατήρ μου «ἐλευσόμεθα καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν». Σὺ εἶ κτῆμα Θεοῦ, σὺ εἶ κληρονομία τοῦ βασιλέως. Μὴ καταφρονήσῃς αὐτοῦ, ὦ ἄνθρωπε, ἀλλ' ἐλθὲ ἐπὶ τὸν ἀγῶνα καὶ ἄθλησον, ἵνα καὶ τοῦ στεφάνου καταξιωθῇς ἔργῳ καὶ ἀληθείᾳ. Πολλοὶ γάρ εἰσιν ἐξ ἡμῶν ἀκούοντες τὸν ἀπὸ τῶν γραφῶν λόγον καὶ μηδέν, ὧν λέγουσιν αἱ γραφαί, κεκτημένοι, ἀλλὰ ξένοι τῆς ἐργασίας καὶ τῆς αἰσθήσεως, μόνον λαλεῖν εἰδότες.

Μακάριος : σελίδα περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης