Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Μακάριος ὁ Μέγας

Ἀναπολόγητος κάθε ἄνθρωπος

 

ΔΙΚΑΙΟΣ ἐστιν ὁ Θεὸς καὶ δίκαια τὰ κρίματα αὐτοῦ καὶ «προσωποληψία παρ' αὐτῷ οὐκ ἔστιν», ἀλλὰ κατὰ ἀναλογίαν τῶν εὐεργεσιῶν ἢ γνώσεως ἢ συνέσεως ἢ διακρίσεως ἢ φύσεως ἕκαστον κρινεῖ καὶ τὰ κατ' ἀξίαν ἀποδώσει ἐν ἡμέρᾳ κρίσεως. «δυνατοὶ γὰρ δυνατῶς ἐτασθήσονται καὶ ὁ ἐλάχιστος συγγνωστὸς ἔσται ἐλέους» καὶ ὁ Κύριος λέγει· «ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ Κυρίου αὐτοῦ καὶ μὴ ἑτοιμάσας μηδὲ ποιήσας δαρήσεται πολλάς· καὶ ὁ μὴ γνούς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας. Καὶ ᾧ πολὺ παρέθεντο περισσότερον ἀπαιτήσουσιν αὐτόν». Τὴν δὲ γνῶσιν διαφόρως νόει ἤτοι κατὰ χάριν καὶ δόμα ἐπουράνιον ἤτοι κατὰ ἀκοὴν τῶν γραφῶν ἤτοι κατὰ σύνεσιν καὶ διάκρισιν καὶ νόησιν. Ἕκαστος γὰρ κατὰ ἀναλογίαν τοὺς καρποὺς τῆς ἀρετῆς ἀπαιτηθήσεται καὶ τὴν ἐμπορίαν τοῦ ταλάντου καὶ τὴν αἴσθησιν τῶν εὐεργεσιῶν. Ἀναπολόγητος τοίνυν πᾶς ἄνθρωπος ἔσται παρὰ Θεῷ ἐν ἡμέρᾳ κρίσεως. Ἕκαστος γὰρ καθὸ ἔγνω τὴν πίστιν καὶ τὴν ἀγάπην καὶ τοὺς καρποὺς τῆς ἀρετῆς καὶ τὴν ἀνταπόδοσιν τῆς πρὸς Θεὸν ἐκ προαιρέσεως ἀγάπης ἀπαιτηθήσεται ἤτοι δι' ἀκοῆς μόνον ἔσχε τὸν Κύριον ἢ διὰ μαθήσεως γραφῶν ἤτοι κατὰ τὴν νόησιν καὶ σύνεσιν καὶ διάκρισιν αὐτοῦ ἤτοι κατὰ ἀληθινὴν ἐπίγνωσιν καὶ ἐπίσκεψιν καὶ αἴσθησιν τοῦ πνεύματος καὶ τῶν μελλόντων ἀγαθῶν πληροφορίαν διὰ τῆς ἐπουρανίου γλυκύτητος καὶ ἀποκάλυψιν τοῦ πνεύματος. Κατὰ τὸ μέτρον οὖν ἕκαστος τὸ κατ' ἀξίαν τὴν σπουδὴν τῆς πρὸς αὐτὸν ἀγάπης καὶ λατρείας καὶ πίστεως καὶ πάσης ἀρετῆς ἐπιτήδευσιν ἀπαιτηθήσεται.

Επόμενη σελίδα της Ενότητας αυτής

Μακάριος : σελίδα περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης