Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Μακάριος ὁ Μέγας

Ὁ πόλεμος δὲν σταματάει γιὰ κανένα

 

Ο ΠΟΛΕΜΟΣ κατ' οὐδενὸς παύεται. Ὁ σατανᾶς γὰρ ἄσπλαγχνός ἐστι καὶ μισάνθρωπος καὶ πάντοτε πολεμεῖ, ἀλλ' οὐκ ἐν τοῖς αὐτο[ῖς] μέτροις. Καὶ γὰρ καὶ ἔπαρχοι καὶ κόμητες φόρους διδόασι τῷ βασιλεῖ, ἀλλὰ οὗτος θαρρῶν τῷ πλούτῳ αὐτοῦ καὶ τῷ χρυσῷ καὶ τῷ ἀργυρίῳ ὡς ἐκ τῶν περισσευμάτων αὐτοῦ ποιεῖ τὰς συντελείας, μὴ ἡγούμενος ζημίαν, ἀλλὰ καὶ πλείονα τούτων εἰς ἐλεημοσύνας σκορπίζει καὶ οὐ μέλει αὐτῷ· ὡς ἐκ παρέργου γὰρ ταῦτα ἡγεῖται. Καὶ ἔστιν ἄλλος πτωχὸς λειπόμενος ἔχων ἀγρὸν ἕνα. Οὗτος μαστίζεται καὶ βασανίζεται μὴ δυνάμενος αὐτοῦ ἐκείνου τὴν συντέλειαν ἀποπληρῶσαι. Ἔστι τις ὃς ξέεται καὶ βασανίζεται χαλεπῶς καὶ οὐκ ἀποθνῄσκει, καὶ ἔστιν ἄλλος καὶ ἀπὸ μιᾶς πληγῆς ἀπόλλυται. Οὕτω καὶ εἰς τοὺς Χριστιανούς· εἰσὶν ἰσχυρῶς πολεμούμενοι, ξεόμενοι ὑπὸ τῆς ἁμαρτίας, καὶ ἔτι εἰς τοὺς πολέμους στερεοῦνται καὶ σοφίζονται καταφρονοῦντες τῆς ἐναντίας δυνάμεως. Οἱ τοιοῦτοι οὐκ ἔχουσι κίνδυνον ἐν τούτῳ τῷ μέρει, ὅτι ἄπτωτοί εἰσι καὶ ἀσφαλεῖς περὶ τῆς ἑαυτῶν σωτηρίας, διὰ τὸ πολλάκις γεγυμνάσθαι αὐτοὺς ἐν τῷ πολέμῳ τῆς κακίας καὶ ἐμπείρους γεγενῆσθαι, ἔχοντας τὸν Θεὸν μεθ' ἑαυτῶν ἐνεργοῦντα καὶ ἀναπαύοντα. Ἄλλοι δὲ οἱ μήπω γυμνασθέντες ἀρχάριοι, μία θλῖψις αὐτοῖς ἐὰν ἀπαντήσῃ καὶ ἐπικινηθῇ πόλεμος, εὐθέως καταπίπτουσιν εἰς ὄλεθρον καὶ εἰς ἀπώλειαν.

Μακάριος : σελίδα περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης