Σελ 2
Ὥσπερ ἐν νυκτί τοῖς αἰσθητοῖς ὀφθαλμοῖς ἐν ἐκείνῳ τῷ τόπῳ βλέπομεν μόνον ἔνθα ἄν τοῦ φωτός τόν λύχνον ἀνάψωμεν, ὁ δέ λοιπός ἅπας κόσμος τό καθ᾿ ἡμᾶς νύξ ἐστιν, οὕτω τοῖς ἐν νυκτί ἁμαρτημάτων καθεύδουσιν ὁ ἀγαθός δεσπότης φῶς μικρόν γίνεται, Θεός ὤν τοῖς πᾶσιν ἀχώρητος, φειδόμενος τῆς ἀσθενείας ἡμῶν. Καί τότε αἴφνης ἀναβλέπων ὁ ἄνθρωπος καί θεωρῶν τήν φύσιν τῶν ὄντων, ὡς οὔποτε αὐτήν ἐθεάσατο, ἐκπλήττεται καί ἀνωδύνως αὐτόματα προχέει τά δάκρυα, δι᾿ ὧν καθαίρεται καί βαπτίζεται τό δεύτερον βάπτισμα, βάπτισμα ἐκεῖνο, ὅ λέγει διά τῶν εὐαγγελίων ὁ Κύριος, «Ἐάν μή τις γεννηθῇ δι᾿ ὕδατος καί Πνεύματος, οὐ μή εἰσέλθῃ εἰς τήν Βασιλείαν τῶν Οὐρανῶν». Καί πάλιν, «Ἐάν μή τις γεννηθῇ ἄνωθεν», ἄνωθεν δέ εἰπών, τήν ἐκ τοῦ Πνεύματος ᾐνίξατο γέννησιν.
*
Τό πρότερον βάπτισμα ἔχει τό ὕδωρ προϋπογράφον τά δάκρυα, ἔχει τό μύρον τοῦ χρίσματος προσημαῖνον τό νοητόν μύρον τοῦ Πνεύματος. Τό δέ δεύτερον οὐκέτι τύπος τῆς ἀληθείας, ἀλλ᾿ αὐτή ἐστιν ἡ ἀλήθεια.
Ἅγιος Συμεών : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά