Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Συμεὼν ὁ Νέος Θεολόγος

Στὴ ζωὴ αὐτὴ εἶναι ἡ ὅραση

 

ΟTI δυνατόν ἡμῖν ἐστι τό κατιδεῖν τόν Θεόν, ὡς ἀνθρώπῳ ἰδεῖν ἐφικτόν, ἄκουσον αὐτοῦ Χριστοῦ τοῦ Υἱοῦ τοῦ Θεοῦ πάλιν λέγοντος· “Μακάριοι οἱ καθαροί τῇ καρδίᾳ ὅτι αὐτοί τόν Θεόν ὄψονται”. Τί οὖν ἐρεῖς πρός ταῦτα; Ἀλλ᾿ οἶδα, ὁ τά ἐν χερσίν ἀπιστῶν ἀγαθά καί λαβεῖν ταῦτα μή προθυμούμενος ἐπί τά μέλλοντα μεταβήσεται καί ἀποκριθείς ἐρεῖ· “Ναί, ὄντως οἱ καθαροί τῇ καρδίᾳ τόν Θεόν ὄψονται, ἀλλ᾿ ἐν τῷ μέλλοντι τοῦτο καί οὐκ ἐν τῷ νῦν αἰῶνι γενήσεται”. Διά τί ἤ πῶς τοῦτο ἔσται, ἀγαπητέ; Εἰ γάρ διά τῆς καθαρᾶς καρδίας τόν Θεόν εἶπεν ὄψεσθαι, πάντως ὅτε ἡ καθαρότης προσγένηται, καί ἡ θεωρία συνέπεται αὐτῇ. Καί εἰ ταύτην ποτέ ἐκαθάρισας, ἔγνως ἄν ὡς ἀληθῆ τά λεγόμενα· ἐπεί δέ οὐκ ἔθου τοῦτο ἐν τῇ καρδίᾳ σου οὐδέ εἶναι ἀληθές ἐπίστευσας, διά τοῦτο καί τῆς καθάρσεως κατεφρόνησας καί τῆς θεωρίας διήμαρτες. Εἰ γάρ ἐνταῦθα ἡ κάθαρσις, καί ἐνταῦθα ἔσται ἡ ὅρασις· εἰ δέ μετά θάνατον εἴπῃς τήν ὅρασιν εἶναι, θήσεις πάντως καί τήν κάθαρσιν μετά θάνατον, καί οὕτω σοι γενήσεται τό μηδέποτε ἰδεῖν τόν Θεόν ἐν τῷ μή εἶναί σοι ἐργασίαν μετά τήν ἔξοδον δι᾿ ἧς εὑρήσεις τήν κάθαρσιν. Ἀλλά καί ὁ Κύριος τί φησιν; “Ὁ ἀγαπῶν με τάς ἐντολάς μου τηρήσει καί ἐγώ ἀγαπήσω αὐτόν καί ἐμφανίσω αὐτῷ ἐμαυτόν”. Πότε οὖν ἡ ἐμφάνεια τούτου γενήσεται; Ἐνταῦθα ἤ ἐν τῷ μέλλοντι; Εὔδηλον ὅτι ἐνταῦθα. Ὅπου γάρ ἡ ἀκριβής τῶν ἐντολῶν φυλακή, ἐκεῖ ἔσται καί ἡ τοῦ Σωτῆρος ἐμφάνεια, μετά δέ τήν ἐμφάνειαν ἡ τελεία ἐν ἡμῖν ἀγάπη προσγίνεται. Εἰ γάρ μή τοῦτο γένηται, οὔτε πιστεύειν, οὔτε ἀγαπᾶν αὐτόν ὡς χρή δυνάμεθα· γέγραπται γάρ· “Ὁ μή ἀγαπῶν τόν ἀδελφόν αὐτοῦ ὅν ὁρᾷ, τόν Θεόν ὅν οὐ βλέπει πῶς δύναται ἀγαπᾶν;” Οὐδαμῶς.

Επόμενη σελίδα της Ενότητας αυτής

Ἅγιος Συμεών : σελίδα περιεχομένων

Συμεών ο Νέος Θεολόγος

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά