ΤΙ τό καινόν τοῦ θαύματος τοῦ καί νῦν γινομένου;
Θεός καί νῦν ἁμαρτωλοῖς ἄρα ὁρᾶσθαι θέλει,
ὁ πάλαι ἄνω ἀναβάς καί καθεσθείς ἐν θρόνῳ,
ἐν οὐρανῷ τῷ πατρικῷ, καί κεκρυμμένος πέλων;
Ἐκρύβη γάρ ἐξ ὀφθαλμῶν τῶν θείων ἀποστόλων
καί μόνος, ὡς ἠκούσαμεν, Στέφανος μετά ταῦτα
ἀνεῳγότας οὐρανούς εἶδε καί τότε εἶπεν·
Ὁρῶ ἑστῶτα τόν Υἱόν ἐκ δεξιῶν τῆς δόξης
τῆς τοῦ Πατρός· καί παραυτά ὡς βλάσφημα λαλήσας
λιθοβολεῖται πρός αὐτῶν τῶν νομοδιδασκάλων
καί θνῄσκει νόμῳ φύσεως καί ζῇ εἰς τούς αἰῶνας.
Πλήν ἦν αὐτός ἀπόστολος, ἦν καί ἁγιασμένος
καί ἔμπλεως τοῦ Πνεύματος ὅλος τοῦ Παναγίου,
ἀρχή δέ τοῦ κηρύγματος καί πλῆθος τῶν ἀπίστων,
οἵ τῷ Χριστῷ πιστεύοντες διά τῶν ἀποστόλων
καί τήν χάριν ἐλάμβανον πίστεως οὖσαν δῶρον.
Ἅγιος Συμεών : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά