Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Συμεὼν ὁ Νέος Θεολόγος

Σ' αὐτοὺς θὰ εἶναι παντοτινὰ ἀπρόσιτος

 

Σελ 3

Υἱούς οὖν ἀκούων φωτός καί υἱούς ἡμέρας, ἀγαπητέ, μή εἴπῃς ἐν τῇ καρδίᾳ ὅτι, ὅσοι εἰς Χριστόν ἐβαπτίσθημεν καί εἰς ἐκεῖνον πιστεύομεν καί Θεόν αὐτόν προσκυνοῦμεν, αὐτόν καί ἐνδεδύμεθα καί υἱοί ἡμέρας καί υἱοί φωτός ἀνεπαισθήτως πάντως ἐσμέν καί οὐχί νυκτός οὐδέ σκότους. Μή τοῦτο εἴπῃς ἤ ὑπολάβῃς καί ἐν ἀμελείᾳ καί ἀμεριμνίᾳ τάς ὑπολοίπους τῆς ζωῆς σου διέλθῃς ἡμέρας, δοκῶν μόνον καί οἰόμενος εἶναί τι, μηδέν ὤν· ἀλλά σκόπησον καί κατά σεαυτόν ἀκριβῶς κατανόησον καί εἰπέ· “Εἰ πάντες ἄνθρωποι οἱ ἐν τῷ κόσμῳ ὄντες καί τόν ἥλιον τοῦτον αἰσθητῶς βλέποντες ἐν τῷ σκότει εἰσί, πάντως, ἐπεί οὐδέν πλέον τῶν ἄλλων ὁρῶ, καί ἐγώ σύν αὐτοῖς ἐν σκότει εἰμί. Ὥσπερ γάρ δύνοντος αὐτοῦ καθ᾿ ἑκάστην νύξ γίνεται καί οὐδέν πλέον τι τούτου ὁρῶ, οὕτως, ἀποθανόντος μου, οὐδαμοῦ φῶς θεάσομαι, ἀλλ᾿ ἐν ἀφεγγεῖ σκότει καί ἀνηλίῳ εἰς αἰῶνας ἔσομαι καί οὐκέτι διά τῶν ὀφθαλμῶν βλέψω τό ὁρώμενον τοῦτο φῶς· τοῦ γάρ σώματος οἱ ἄνθρωποι χωριζόμενοι, τῶν αἰσθητῶν εὐθύς πάντων ἀποχωρίζονται. Εἰ οὖν ἐν σκότει εἰμί νῦν, καί ἐν σκότει μετά θάνατον ἔσομαι· πάντως καί ἐπ᾿ ἐμοί ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτί ἐπελεύσεται καί ὡς ἡ ὠδίν τῇ ἐν γαστρί ἐχούσῃ καί οὐ μή δυνηθῷ ἐκφυγεῖν”.

Προηγούμενη ||| Αρχική σελίδα της Ενότητας αυτής

Ἅγιος Συμεών : σελίδα περιεχομένων

Συμεών ο Νέος Θεολόγος

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης