Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Συμεὼν ὁ Νέος Θεολόγος

Ἀνάσταση τοῦ Χριστοῦ εἶναι ἡ δική μας

 

Σελ 2

Ἀνάστασιν Χριστοῦ οἱ πλείονες μέν τῶν ἀνθρώπων πιστεύουσιν, ὀλίγοι δέ λίαν εἰσίν οἱ καί ταύτην βλέποντες καθαρῶς, οἱ δέ γε μή θεασάμενοι οὐδέ προσκυνεῖν δύνανται, ὡς ἅγιον καί Κύριον, τόν Χριστόν Ἰησοῦν· “Οὐδείς γάρ, φησί, δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μή ἐν Πνεύματι Ἁγίῳ”, καί ἀλλαχοῦ· “Πνεῦμα ὁ Θεός, καί τούς προσκυνοῦντας αὐτόν ἐν πνεύματι καί ἀληθείᾳ δεῖ προσκυνεῖν”. Οὐδέ γάρ λέγει τό ἱερώτατον λόγιον, ὅ καθ᾿ ἑκάστην ἐπί στόματος περιφέρομεν· Ἀνάστασιν Χριστοῦ πιστεύσαντες, ἀλλά τι; “Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν, τόν μόνον ἀναμάρτητον”. Πῶς οὖν προτρέπεται νῦν ἡμᾶς τό Πνεῦμα λέγειν τό Ἅγιον - ὡς αὐτήν ἰδόντες, ἥνπερ οὐκ εἴδομεν· “Ἀνάστασιν Χριστοῦ θεασάμενοι”, ἅπαξ πρό χιλίων ἐτῶν ἀναστάντος τοῦ Χριστοῦ καί μηδέ τότε τοῦτον ἀνιστάμενον ἰδόντος τινός; Ἆρα μή ψεύδεσθαι ἡμᾶς βούλεται ἡ θεία Γραφή; Ἄπαγε, ἀλλ᾿ ἀληθεύειν μᾶλλον παρεγγυᾷ, ὡς ἐν ἑνί ἑκάστῳ ἡμῶν τῶν πιστῶν ἐγγινομένης δηλονότι τῆς Χριστοῦ ἀναστάσεως καί τοῦτο οὐχ ἁπλῶς, ἀλλά καθ᾿ ὥραν, ὡς εἰπεῖν, αὐτοῦ τοῦ Δεσπότου Χριστοῦ ἐν ἡμῖν ἐξανισταμένου, λαμπροφοροῦντος καί ἀπαστράπτοντος τάς τῆς ἀφθαρσίας καί Θεότητος ἀστραπάς. Ἡ φωτοφόρος γάρ παρουσία τοῦ Πνεύματος ὑποδεικνύει, μᾶλλον δέ αὐτόν ἐκεῖνον τόν ἀναστάντα ὁρᾷν χαρίζεται. Διό καί λέγομεν·”Θεός Κύριος καί ἐπέφανεν ἡμῖν”, καί τήν δευτέραν αὐτοῦ ὑποσημαίνοντες παρουσίαν ἐπιφέροντες οὕτω λέγομεν· “Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου”. Οἷς οὖν ἐπιφανῇ ὁ Χριστός ἐξαναστάς, πάντως πνευματικῶς αὐτοῖς τοῖς πνευματικοῖς ὄμμασι ὁρώμενος δείκνυται. Ὅταν γάρ ἐν ἡμῖν διά τοῦ Πνεύματος γένηται, ἀνιστᾷ ἡμᾶς ἐκ νεκρῶν καί ζωοποιεῖ καί αὐτόν ἐν ἡμῖν ὅλον ὁρᾷν ζῶντα δίδωσι, τόν ἀθάνατον καί ἀνώλεθρον, οὐ μόνον δέ, ἀλλά καί συνανιστῶντα καί συνδοξάζοντα ἡμᾶς ἑαυτῷ τρανῶς γινώσκειν χαρίζεται, καθώς πᾶσα θεία Γραφή μαρτυρεῖ.

Αρχική σελίδα της Ενότητας αυτής

Ἅγιος Συμεών : σελίδα περιεχομένων

Συμεών ο Νέος Θεολόγος

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης