Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Συμεὼν ὁ Νέος Θεολόγος

Δὲν ὑπάρχει ἔργο νόμου

 

Ο ΘΕΟΣ ἐξ ἡμῶν οὐδέν ἕτερον ἐπιζητεῖ τῶν ἀνθρώπων ἀλλ᾿ ἤ τό μή ἁμαρτάνειν, καί μόνον· τοῦτο δέ οὐκ ἔστιν ἔργον νόμου ἀλλά φυλακή ἀπαράβατος τῆς εἰκόνος καί τοῦ ἄνωθεν ἀξιώματος, ἐν οἷς, κατά φύσιν ἐστῶτες καί τόν χιτῶνα φοροῦντες λελαμπρυσμένον τοῦ Πνεύματος, ἐν τῷ Θεῷ μένομεν καί αὐτός ἐν ἡμῖν, θέσει θεοί καί υἱοί Θεοῦ χρηματίζοντες, ἐν τῷ φωτί τῆς γνώσεως τοῦ Θεοῦ σημειούμενοι.

*

Ὁ ἔξω γεγονώς τοῦ κόσμου παντός ὡς ἐν ἐρήμῳ ἀβάτῳ καί μεστῇ θηρίων ὄντα κατανοεῖ ἑαυτόν. Ὅθεν φόβῳ ἀρρήτῳ καί τρόμῳ ἀνεκδιηγήτῳ συνεχόμενος, βοᾷ πρός τόν Θεόν, ὡς μέν Ἰωνᾶς, ἐκ τοῦ κήτους καί τῆς θαλάσσης τοῦ βίου, ὡς δέ Δανιήλ, ἐκ τοῦ λάκκου τῶν ἀγρίων παθῶν καί λεόντων, ὡς δέ οἱ τρεῖς παῖδες, ἐκ τῆς καμίνου τοῦ ἐμφύτου τῆς ἐπιθυμίας πυρός τῆς καιομένης, ὡς δέ Μανασσῆς, ἐκ τοῦ χαλκουργήματος τοῦ πηλίνου τούτου καί θνητοῦ σώματος. Οὗ καί εἰσακούων ὁ Κύριος, ῥύεται αὐτόν ἐκ τοῦ βυθοῦ τῆς ἀγνοίας καί τῆς φιλίας τοῦ κόσμου, καθάπερ τόν προφήτην ἐκ τοῦ κήτους ἐκεῖνον, τοῦ μηκέτι παλινοστῆσαι πρός ταῦτα· ῥύεται αὐτόν ἐκ τοῦ λάκκου τῶν πονηρῶν λογισμῶν τῆς ἐπιθυμίας, τῶν ἁρπαζόντων καί κατεσθιόντων τάς τῶν ἀνθρώπων ψυχάς, ὡς τόν Δανιήλ· ἀπό τῶν ἐμπαθῶν προλήψεων τοῦ πυρός, τοῦ καταφλέγοντος καί λυμαινομένου αὐτοῦ τήν ψυχήν καί πρός πράξεις ἀτόπους βίᾳ συνωθοῦντος καί ἕλκοντος, φυλάττει αὐτόν ἀκατάφλεκτον, τῷ Ἁγίῳ Πνεύματι δροσίζων αὐτοῦ τήν ψυχήν, ὡς τούς Ἰσραηλίτας ἐκείνους· καί ἀπό τῆς γεώδους ταύτης καί βαρείας καί ἐμπαθεστάτης σαρκός ἀταπείνωτον διατηρήσας καί ἄπτωτον, υἱόν φωτός καί ἡμέρας αὐτόν ἀπεργάζεται καί τῆς ἀθανασίας ἔνθεν ἤδη ἀπογεύει αὐτόν.

Ἅγιος Συμεών : σελίδα περιεχομένων

Συμεών ο Νέος Θεολόγος

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης