Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Συμεὼν ὁ Νέος Θεολόγος

Οἱ ἅγιοι γνωρίζουν ὁ ἕνας τὸν ἄλλο

 

Σελ 2

Εἰ οὖν ὅμοιοι τοῦ Θεοῦ οἱ ἅγιοι καί τοσοῦτον ἐπιγνώσονται τόν Θεόν, ὅσον ὁ Θεός ἐπέγνω αὐτούς, καί καθώς γινώσκει ὁ Πατήρ τόν Υἱόν καί ὁ Υἱός τόν Πατέρα, οὕτως ὀφείλουσι καί οἱ ἅγιοι ἀλλήλους καί ὁρᾶν καί γινώσκειν, ἀλλά καί οἱ μηδέποτε ἀλλήλους σωματικῶς ἐν τῷδε τῷ κόσμῳ ἰδόντες τότε γνωρίζειν ἀλλήλους ὀφείλουσι, πῶς οὐκ ἐρυθριᾶτε περί ὧν οὐκ οἴδατε λέγειν καί ἐπερωτᾶν καί διδάσκειν, ὡς ἤδη καί τῶν ὑπέρ ἡμᾶς τήν γνῶσιν δῆθεν πεπλουτηκότες καί ἄνωθεν προχειρισθέντες διδάσκαλοι; Ὥσπερ γάρ οὐδέποτε ἀγνοήσει ὁ Πατήρ τόν Υἱόν ἤ ὁ Υἱός τόν Πατέρα, οὕτως οὐδέ οἱ ἅγιοι, θέσει θεοί γεγονότες ἐν τῷ ἔχειν οἰκοῦντα ἐν ἑαυτοῖς τόν Θεόν, ἀλλήλους ποτέ ἀγνοήσουσιν, ἀλλά βλέποντες ἔσονται ἀλλήλων καί ἑαυτῶν τήν δόξαν, ὡς ὁ Υἱός τοῦ Πατρός καί ὁ Πατήρ τοῦ Υἱοῦ. Τίς δέ καί ὁποία ἔσται τῶν ἁγίων ἡ δόξα; Οἵα ἐστί τοῦ Υἱοῦ τοῦ Θεοῦ. Καί τοῦτο αὐτός δι᾿ ἑαυτοῦ ἀριδήλως δεδήλωκε· φησί γάρ· “Καί ἐγώ τήν δόξαν ἥν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἕν, καθώς ἡμεῖς ἕν ἐσμεν”. Ὁρᾷς ὅτι ἡ ἀπό τοῦ Θεοῦ καί Πατρός δοθεῖσα πρό τῶν αἰώνων τῷ Υἱῷ δόξα ὑπ᾿ αὐτοῦ τοῦ Υἱοῦ τοῖς ἁγίοις δεδώρηται καί εἰς ἕν οἱ πάντες εἰσί. Τοιγαροῦν οἱ λέγοντες, ὅτι οὐ μή ὁρῶσιν, οὐδ᾿ οὐ μή γνωρίζωσιν ἀλλήλους οἱ ἅγιοι ἐν τῇ θεωρίᾳ γινόμενοι τοῦ Θεοῦ, ὄντως ἐν σκότει πορεύονται καί ἐν μετουσίᾳ ἤ θεωρίᾳ καί ἐπιγνώσει Θεοῦ οὐκ ἐγένοντο καί λαλοῦσι καί διαμαρτύρονται ἅ οὔτε ἐπίστανται, οὔτε ποτέ ἐθεάσαντο.

Αρχική σελίδα της Ενότητας αυτής

Ἅγιος Συμεών : σελίδα περιεχομένων

Συμεών ο Νέος Θεολόγος

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης