Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Συμεὼν ὁ Νέος Θεολόγος

Ἡ λαμπρότητα τῆς καινῆς κτίσης

 

Σελ 2

Τοιγαροῦν καί νόει μοι ἄρτι κόσμον πνευματικόν καί ὑπέρ τήν ἡμῶν αἴσθησιν πέλοντα. Τό οὖν ὑπέρ αἴσθησιν ὄν καί πνευματικόν χρηματίσαν ἄληπτόν ἐστι πάντως τό καθ᾿ ἡμᾶς καί ἀόρατον· τό δέ μήτε ὁρώμενον, μήτε ὅλως κρατούμενον, πῶς κἄν ὅλως ἔσται περιοριστόν παρ᾿ ἡμῖν, ἤ τίς εὖ φρονῶν τοῦτο εἴποιεν; Οὐδείς οὐδαμῶς. Τοιοῦτος τοίνυν ἐστίν ἡμῖν καί ὁ περί τῶν ἀγγέλων λόγος. Καί γάρ καί αὐτοί οἱονεί σωματοί πώς εἰσι καί περιγραπτοί τῇ ἀΰλῳ καί ἀσωμάτῳ φύσει συγκρινόμενοι τῆς θεότητος, καθώς γέγραπται· “σώματα ἐπουράνια καί σώματα ἐπίγεια”, ὑλικά μέν ταῦτα, ἄϋλα δέ τά ὑπέρ ἡμᾶς· καί ἀλλαχοῦ· “Ὁ ποιῶν τούς ἀγγέλους αὐτοῦ πνεύματα καί τούς λειτουργούς αὐτοῦ πυρός φλόγα”. Ἐπεί οὖν λειτουργικά εἰσι πνεύματα καί οἱ νόες οἱ ἐπουράνιοι εἰς διακονίαν ἀποστελλόμενα, ὡς δοκεῖ τῇ ἀληθείᾳ καί Παύλῳ τῷ μυσταγωγῷ τῶν τοιούτων, ὅτε πάντως ἄγγελος θεῖος ἄνωθεν καταπεμφθῇ ἐκ Θεοῦ τῷ θείῳ λειτουργήσων προστάγματι ἐπί τῆς γῆς, τάς μέν οὐρανίους χοροστασίας καταλιμπάνει, πρός δέ τά ἐγκόσμια καί ἡμᾶς ὁμολογουμένως γίνεται. Εἰ δέ τοῦτο οὕτως δοκεῖ τῇ καταλήψει τῆς ἀληθείας, περιγραπτός ἐν τούτῳ ὤν δείκνυται καί περιοριστός· πρός γάρ ἐκείνην τήν θείαν καί ἄκτιστον φύσιν, τήν ἀσώματον πάντῃ καί ἀπερίγραπτον, κτιστοί καί περιγραπτοί πέλουσι, πρός δέ τήν ἡμετέραν καί πάντῃ ἀσώματοι, ἄληπτοι καί ἀόρατοι.

Αρχική ||| Επόμενη σελίδα της Ενότητας αυτής

Ἅγιος Συμεών : σελίδα περιεχομένων

Συμεών ο Νέος Θεολόγος

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης