Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Συμεὼν ὁ Νέος Θεολόγος

Βλέπεται καὶ ἀκούγεται, τὰ πάντα γίνεται

 

Σελ 3

Εἰ γάρ μή πάντα ἡμῖν ὁ Χριστός ὁμοῦ γένηται, ἐλλιπής λοιπόν ἔσται ποτέ ἡ τῶν οὐρανῶν βασιλεία καί ἡ ἐν τῇ βασιλείᾳ τρυφή. Εἰ μή πρός τοῖς εἰρημένοις στολή καί στέφος καί ὑπόδημα, χαρά καί γλυκύτης, τροφή, πόσις, τράπεζα, κλίνη, ἀνάπαυσις καί θεωρίας κάλλος ἀμήχανον, καί εἴ τι οὖν ἕτερον πρός τρυφήν ἤ δόξαν καί τερπνότητα ἐπιτήδειον, ἐν πᾶσι γένηται τοῖς δικαίοις καί ἀγαπῶσιν αὐτόν, ἀλλ᾿ ἕν μόνον ἐν ἑνί τῶν αὐλιζομένων ἐκεῖσε ἐκλείψειέ ποτε, εὐθύς ἡ τοῦ καλοῦ στέρησις τῇ λύπῃ τόπον δώσει καί ἐντός εἰσελεύσεται αὕτη τῆς ἀνεκλαλήτου τῶν εὐφραινομένων χαρᾶς· καί οὕτω φανήσεται τό λέγον λόγιον ἔνθα· “Ἀπέδρα ὀδύνη, λύπη καί στεναγμός” διαψευδόμενον. Ἀλλ᾿ οὐκ ἔσται τοῦτο, οὐκ ἔσται, ἀλλ᾿ ἔσεται τά πάντα τοῖς πᾶσι καί πᾶν ἀγαθόν ἐν ἅπασιν ἀγαθοῖς, ὑπερπερισσεῦον ἀεί καί ὑπερεμπιπλῶν τάς αἰσθήσεις ἁπάσας τῶν ἐν τοῖς γάμοις ἀνακεκλιμένων τοῦ βασιλέως Χριστοῦ, αὐτός ἐκεῖνος ὁ εἷς ἐσθιόμενος καί πινόμενος, ὡς ὤν πᾶν εἶδος τροφῆς, ἡδύτητός τε καί πόσεως ὁ αὐτός. Ἔνθεν τοι καί βλεπόμενος παρά πάντων καί πάσας βλέπων αὐτός τάς ἀναριθμήτους μυριάδας καί τό ἑαυτοῦ ὄμμα ἔχων ἀεί ἀτενίζον και ἀμετακινήτως ἱστάμενον, ἕκαστος αὐτῶν δοκεῖ βλέπεσθαι παρ᾿ αὐτοῦ καί τῆς ἐκείνου ἀπολαύειν ὁμιλίας καί κατασπάζεσθαι ὑπ᾿ αὐτοῦ, ὡς ἄν μή τις ἐξ αὐτῶν ὡς παρεωραθείς λυπηθῇ. Ὁ αὐτός καί στέφανος ἔσται, καθάπερ εἴρηται, ἐπί τάς ἁπάντων τῶν ἁγίων ἐπικείμενος κεφαλάς ἀναλλοιώτως, ἀτρέπτως, ἄλλος ἄλλο τι δεικνύμενος εἶναι καί διαιρῶν ἑαυτόν κατ᾿ ἀξίαν ἑκάστῳ, καθά τίς ἐστιν ἄξιος· ὁ αὐτός καί ἔνδυμα πάσιν ἔσται, οἷον ἀπ᾿ ἐντεῦθεν ἤδη τοῦτον ἕκαστον διά σπουδῆς ἐπενδύσεται, ὡς μηδενός ἐν τῷ μυστικῷ γάμῳ εἰσερχομένου μή τόν ἀπρόσιτον τοῦτον φοροῦντος χιτῶνα· εἰ δέ τις καί παρενείρας ἑαυτόν τοῖς ἄλλοις λαθών εἰσέλθῃ, ὅπερ ἀδύνατον, ἀλλά πάλιν ὡσαύτως ἐξεωθήσεται.

Προηγούμενη ||| Αρχική σελίδα της Ενότητας αυτής

Ἅγιος Συμεών : σελίδα περιεχομένων

Συμεών ο Νέος Θεολόγος

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης