Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Γρηγόριος Παλαμᾶς

Σελ 17

Σύ δέ τοσοῦτο χαίρεις ἐμφιλοχωρῶν τοῖς ματαίοις, ὡς καί περί προσευχῆς μηδέν εἰδώς ὅλως τοσαῦτα μηκύνεις ματαιολογῶν, ὅς καί τήν ἐν καρδίᾳ πνευματικήν ταύτης χάριν «φαντασίαν» φεῦ καλεῖς «τό εἴδωλον ἐν ἑαυτῇ τῆς καρδίας φέρουσαν». Οἱ δέ κατηξιωμένοι ταύτης ἴσασιν αὐτήν οὐ φαντασιώδη ἀνατύπωσιν, οὐδέ τῶν ἐφ’ ἡμῖν οὖσαν, οὐδέ νῦν μέν οὖσαν, νῦν δ’ οὐκ οὖσαν, ἀλλ’ ἀκάματόν τινα ἐνέργειαν ὑπό τῆς χάριτος ἐγγινομένην, συνοῦσαν καί ἐνερριζωμένην τῇ ψυχῇ, πηγήν γεννῶσαν εὐφροσύνης ἱερᾶς εἰς ἑαυτήν συνελκούσης τόν νοῦν καί ἐξιστώσης τῶν πολυειδῶν καί προσύλων φαντασμάτων ἔχειν· σωματοειδές δέ λέγω τό διικνούμενον ἀπό τῶν τοῦ σώματος ἡδονῶν ἐπί τούς λογισμούς καί ἡδυφανῶς συγγινόμενον καί κατασπῶν αὐτούς· τό δ’ ἐκ τῆς ψυχῆς πνευματικῶς εὐφραινομένης ἐπί τό σῶμα διαβαῖνον, κἄν ἐν σώματι τυγχάνῃ ἐνεργοῦν, ἀλλά πνευματικόν ἐστι. Καθάπερ γάρ ἡ ἀπό σωμάτων ἐπί τόν νοῦν ἰοῦσα ἡδονή σωματοειδῆ ἀπεργάζεται αὐτόν, μηδέν τῇ κοινωνίᾳ τοῦ κρείττονος βελτιωθεῖσα αὕτη, μεταδοῦσα δέ μᾶλλον τοῦ χείρονος αὐτῷ, ὡς δι’ αὐτήν καί σάρκα ὅλον λέγεσθαι τόν ἄνθρωπον, κατά τό εἰρημένον περί τῶν ὀργῇ κατακλυζομένων ὑπό τοῦ Θεοῦ ὡς «οὐ μή μείνῃ τό πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διά τό εἶναι αὐτούς σάρκας», οὕτως ἡ ἀπό τοῦ νοῦ ἐπί τό σῶμα πνευματική ἐρχομένη ἡδονή, μηδέν αὕτη τῇ κοινωνίᾳ τοῦ σώματος ἀχρειωθεῖσα, μεταστοιχειοῖ τό σῶμα καί πνευματικόν ποιεῖ, τάς σαρκικάς πονηράς ἀποβαλλόμενον ὀρέξεις καί μηκέτι καθέλκον τήν ψυχήν, ἀλλά ταύτῃ συναναφερόμενον, ὡς καί πνεῦμα τότε ὅλον εἶναι τόν ἄνθρωπον, κατά τό γεγραμμένο, «ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος Πνεῦμά ἐστιν». Ταῦτα δέ πάντα τῇ πείρᾳ δῆλα γίνεται.

Πρός δέ τόν λογομαχοῦντα καί φιλονείκως ἐνιστάμενον ἀπέχρησεν ἄν εἰπεῖν ὡς «ἡμεῖς τοιαύτην οὐκ ἔχομεν, οὐδέ ἠ Ἐκκλησία τοῦ Θεοῦ», λόγοις ἀπράκτως ἄγεσθαι· λόγον δέ τιμῶμεν ἔμπρακτον καί πρᾶξιν ἐλλόγιμον. Ἐπεί δέ καί Γραφῇ τούς τοιούτους παραδέδωκε λόγους, ἵνα μή τινα τῶν πολλῶν ἐξαπατήσῃ καί δόξῃ τι σεμνόν λέγειν καί προσαγάγηται τῷ ψεύδει, γράμμασι καί ἡμεῖς τἀληθές ποιοῦμεν φανερόν καί τό ψεῦδος ἐλέγχομεν, μικροῖς μέν πρός ταῦτα, μακροτέροις δέ πρός τά τούτων ἀναγκαιότερα χρώμενοι καί τούς πατέρας πανταχοῦ προδεικνύντες, ἀντικειμένους τῷ καινῷ τῆς ἀπραξίας καθηγητῇ, ὅς ἐπεί τάς διά τοῦ σώματος ἀγαθάς πράξεις ὡς δυσχερεῖς ἀποσείεται καί τάς ἐνσημαινομένας πνευματικάς διαθέσεις τῷ σώματι εἰκότως οὐ καταδέχεται, καίτοι πλήρης ἐστί τῶν τοιούτων πᾶσα ἱερά Γραφή καί θεόπνευστος· «ἡ καρδία μου» γάρ, φησί, «καί ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπί Θεόν ζῶντα», καί «ἐπ’ αὐτῷ ἤλπισα καί ἐβοηθήθην καί ἀνέθαλεν ἡ σάρξ μου», καί πάλιν «ὡς γλυκέα τῷ λάρυγγί μου τά λόγιά σου, ὑπέρ μέλι τῷ στόματί μου». Ὅτι δέ τῷ αἰσθητῷ στόματί φησι, καί ὁ ἅγιος Ἰσαάκ δείκνυσι σαφῶς, σημεῖον εἶναι λέγων προκοπτόντων τό καθηδύνεσθαι ἐν τῷ στόματι αὐτῶν τά ρήματα τῆς προσευχῆς. Ὁ δέ ἅγιος Διάδοχος «μίαν εἶναι», φησί, «τήν αἴσθησιν τῆς ψυχῆς, αὐτή ἡ τοῦ ἁγίου Πνεύματος ἡμῖν ἐγγινομένη διδάσκει ἐνέργεια, ἥν οὐδείς δύναται εἰδέναι, εἰ μή μόνοι οἱ τῶν τοῦ βίου καλῶν διά τήν ἐλπίδα τῶν μελλόντων ἀγαθῶν ἀπηλλαγμένοι· ἐπί γάρ τούτων εὐρώστως ὁ νοῦς διά τήν ἀμεριμνίαν κινούμενος τῆς θείας ἀρρήτως χρηστότητος αὐτός ἐπαισθάνεται καί τῷ σώματι κατά τό μέτρον τῆς ἑαυτοῦ προκοπῆς τῆς οἰκείας χρηστότητος μεταδίδωσιν, ὡς καί ὁ Δαυίδ λέγει· ”ἐπ’ αὐτῷ ἤλπισεν ἡ καρδία μου καί ἐβοηθήθην, καί ἐνέθαλεν ἡ σάρξ μου” . Ἡ δέ τοιαύτη ἐγγινομένη χαρά τότε τῇ ψυχῇ καί τῷ σώματι ὑπόμνησίς ἐστιν ἀπλανής τῆς ἀφθάρτου βιότητος».



Ἅγιος Γρηγόριος Παλαμάς : Σελίδα Περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης