Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Γρηγόριος Παλαμᾶς

Σελ 18


Θεὸς ἄλλος



ΕΩΡΩΝ οἱ τῶν ἀγγέλων ὀφθαλμοί τότε τήν αἰσθήσει καί σαρκί συνημμένην τοῦ ἀνθρώπου ψυχήν καί Θεόν ἄλλον ἑώρων, μή γεγενημένον μόνον ἐπί γῆς δι’ ἀγαθότητα θείαν, νοῦν τε καί σάρκα τόν αὐτόν, ἀλλά δι’ ὑπερβολήν ταύτης καί κατά Θεοῦ χάριν μεμορφωμένον, ὡς εἶναι τόν αὐτόν σάρκα καί νοῦν καί Πνεῦμα καί τό κατ’ εἰκόνα καί ὁμοίωσιν θείαν τήν ψυχήν ἔχειν ἐντελῶς ὡς ἑνιαίαν οὖσαν ἐν νῷ καί λόγῳ καί πνεύματι. Ἀλλ’ εἶδε καί ὁ βάσκανος ὀφθαλμός, οὐκ ἤνεγκεν ὁ ἀρχέκακος ὄφις· τοσοῦτον ἐκαρτέρησεν, οἶμαι, ὅσον δραστικώτερον τόν ἰόν ὑπό τήν γλῶσσαν κεράσαι καί οἷον συσκευάσαι καί μῖξαι δόλῳ, γλυκερῷ λόγῳ, τό δι’ ἀκοῆς δηλητήριον· ἐπῆλθεν, ἔθελξεν, ἔτρωσεν - ὤ καί τῆς ἐμῆς εὐκολίας καί τῆς ἐκείνου κακίας – εἰσέχεε τῇ ψυχῇ τόν ἰόν, ἐθανάτωσε τό ζῶν ἐκεῖθεν, τό σῶμα λέγω, τήν δ’ ἀφ’ ἑαυτῆς ζῶσαν ψυχήν ἠμαύρωσεν· ἀφῃρήμεθα τό θεῖον κάλλος, ἐστερήμεθα τῆς θείας μορφῆς, τό φῶς ἀπεβάλομεν, τήν πρός αὐτό τό ἀνωτάτω φῶς ὁμοιότητα διεφθείραμεν· περιβαλόμεθα τό ζόφον ὡς ἱμάτιον, φεῦ, καί ὡς διπλοΐδα τό σκότος ἐνεδεδύμεθα. Ἀλλ’ ἠλέησε δωρεάν, ἵνα μή μηκύνω λέγων, οὗ φύσις ἡ ἀγαθότης καί ὁ δι’ αὐτήν ἔλεος· καί δι’ ἐμέ τόν πεσόντα κατῆλθε καί γέγονε, καθά φησιν ὁ ἀπόστολος, «εἰς Πνεῦμα ζωοποιοῦν», ὡς ἄν ζωοποιήσας ἀνακαινίσῃ τήν ἀμαυρωθεῖσαν εἰκόνα.



Ἅγιος Γρηγόριος Παλαμάς : Σελίδα Περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης