Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Συμεὼν ὁ Νέος Θεολόγος

Ἡ ἀληθινὴ γιορτή

 

ΜΗ δή μοι χρόνους καί μῆνας καί καιρῶν περιόδους ἀρίθμει, μηδέ λέγε μοι «Ἰδού ἑώρτασα τήν Χριστοῦ γέννησιν, τήν Ὑπαπαντήν, τά Θεοφάνια, τήν Ἀνάστασιν, τήν Ἀνάληψιν, τήν τοῦ Πνεύματος κάθοδον». Μή ταῦτά μοι λέγει μηδέ πάσας ἀρίθμει τάς ἑορτάς, ἀλλά μηδέ ἀρκεῖν σοι ταύτας λογίζου πρός σωτηρίαν ψυχῆς μηδέ ἐν λαμπροῖς ἱματίοις καί ἀγερώχοις ἵπποις καί μύροις πολυτίμοις, κηροῖς τε καί λύχνοις καί πλήθει λαοῦ, τήν ἑορτήν σοι νόμιζε εἶναι. Ταῦτα γάρ λαμπράν τήν ἑορτήν οὐ ποιεῖ οὐδέ ἀληθής ἑορτή ἐστι τοῦτο, ἀλλά σύμβολα ἑορτῆς. Τί γάρ μοι ὄφελος, ἀγαπητέ, μή εἴπω κηρούς καί λύχνους ἀνάψαι πολλούς ἐν τῷ ναῷ καί τῇ τῶν πιστῶν ἐκκλησίᾳ, ἀλλ᾿ ἐάν τοιούτους αὐτούς κτήσασθαι δυνηθῶ, οἷον τόν ἀπ᾿ οὐρανοῦ λάμποντα ἥλιον, καί ἀντί λύχνων πολλῶν τούς ἀστέρας προσπῆξαι τῷ ὀρόφῳ τοῦ νοῦ καί ποιῆσαι αὐτόν καινόν οὐρανόν καί πρᾶγμα ξένον ἐπί τῆς γῆς, καί ἔτι πρός τούτοις, ἐν τῷ τούτων ἀγαλλιασθῆναι φωτί, θαυμαστωθῆναί τε παρά τῶν συνεληλυθότων καί ἐπαινεθῆναι, εἶτα μετ᾿ ὀλίγον, πάντων ἀποσβεσθέντων αὐτῶν, αὐτός ἐγώ ἐν σκότει καταλειφθήσομαι; Εἰ δέ καί σήμερον μέν μύροις ἐμαυτόν τε καί τούς συνεληλυθότας εὐωδιάσαιμι, αὔριον δέ ἐκ τῆς ἐμαυτοῦ σαρκός καί τοῦ ῥύπου ταύτης δωσωδίας πλησθήσομαι, τί μοι τό ὄφελος, εἰπέ μοι, ὁ λαμπραῖς αὐτῶν ἑορταῖς, καί συνετῶς, εἴ ἐστί σοι σύνεσις, κατά τόν Σοφόν, ἀποκρίθητι. Ὄντως οὐδέν, κἄν ἄγῃς σιωπήν, ὑπό τοῦ λόγου ἀγχόμενος. Εἰ γάρ σήμερον φωτισθήσομαι, αὔριον δέ σκοτισθήσομαι, ἤ σήμερον εὐφρανθήσομαι, τῇ λύπῃ δέ βληθήσομαι αὔριον, ἤ καί ταύτῃ μέν τῇ ἡμέρᾳ ὑγιείας ἀπολαύσαιμι, τῇ ἐπιούσῃ δέ βληθήσομαι νόσῳ, τί μοι τό κέρδος; Εἰπέ. Τίς δέ ἡ ἐκ τῶν εἰρημένων ἀπόλαυσις;

Επόμενη σελίδα της Ενότητας αυτής

Ἅγιος Συμεών : σελίδα περιεχομένων

Συμεών ο Νέος Θεολόγος

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης