Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Συμεὼν ὁ Νέος Θεολόγος

Ἡ ἀληθινὴ γιορτή

 

Σελ 2

«Οὐ ταύτας τάς ἑορτάς ἐξελεξάμην, λέγει Κύριος. Τίς γάρ, φησί, ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν ἐξεζήτησεν;» Οὐχ οὕτως ἑορτάζειν ἡμᾶς Χριστός νενομοθέτηκεν. Ἀλλά πῶς; Ἄκουε νουνεχῶς. Πρῶτον δέ τάς ἀντιθέσεις σοι τῶν ἀντιδιατιθεμένων τῷ λόγῳ προθήσω λεγόντων οὕτω «Τί δέ;» φησίν. «Οὐκ ἀνάψομεν κηρούς τε καί λύχνους; Οὐ μύρα προσενέγκωμεν καί θυμίαμα; Οὐ προσκαλεσόμεθα ᾄδοντα λαόν, οὐδέ γνωστούς καί φίλους καί ἄρχοντας συναθροίσομεν; Ταῦτα λέγεις; Οὕτω προστάσσεις;» φησίν. Οὐ τοῦτο λέγω, μή γένοιτο ἀλλά καί λίαν δαψιλῶς σοι ταῦτα ποιεῖν καί συμβουλεύω καί συναινῶ. Πλήν ἀλλά τόν τρόπον εἰδέναι σε βούλομαι καί ἤδη ὑποτιθῶ σοι καί αὐτό τό τῆς ἑορτῆς τῶν πιστῶν τό μυστήριον. Ποῖον δή τοῦτο; Ὅπερ αὐτά σοι δηλοῦσι τυπικῶς τά γινόμενα παρά σοῦ.

Τό γάρ νοητόν σοι φῶς, αἱ λαμπάδες ὑποσημαίνουσαι δεικνύουσιν. Καθάπερ γάρ ὁ ναός, οὗτος ὁ περικαλλής οἶκος, ὑπό τῶν πολλῶν καταλάμπεται λαμπάδων, οὕτω καί ὁ οἶκος τῆς σῆς ψυχῆς, ὁ τοῦδε τοῦ ναοῦ τιμιώτερος, νοητῶς ὀφείλει φωτίζεσθαι καί καταλάμπεσθαι, καιομένων καί φαινόντων ἐν σοί τῶν πνευματικῶν πασῶν ἀρετῶν δηλονότι διά τοῦ θείου πυρός, ὡς μηδέ τόπον τινά ἐν αὐτῷ ἀπολειφθῆναι φωτός ἄμοιρον τούς δέ φωτοειδεῖς λογισμούς, τό πλῆθος ὑπογράφει σοι τῶν καιομένων λύχνων ὑπό τοῦ ὁρωμένου πυρός, ἵνα, καθώσπερ οὗτοι, λάμπῃ ὁ καθείς αὐτῶν καί μή λογισμός ἐναπολειφθῇ σκοτεινός ἐν τῇ οἰκίᾳ σου τῆς ψυχῆς, ἀλλά δι᾿ ὅλου ἅπαντες ἀεί τῷ πυρί τοῦ Πνεύματος καιόμενοι λάμπωσιν, ὡς ἄν μή διακόπτηταί σου ὁ τῆς διακρίσεως τῶν λογισμῶν στεφανοειδής ὁρμαθός. Τό δέ νοητόν σοι μύρον, τά ἐκχυνόμενα δεικνύει τῶν μύρων καί τά σύνθετα τῶν θυμιαμάτων, ἅ καί χρῆναί σε διδάσκουσι κεκτῆσθαι τοῦτο πολυτελῶς ἐν σεαυτῷ. Τό μέν γάρ ἔξωθεν ῥαντιζόμενον ἔσται τοῖς πνευματικοῖς εἰς εἰκόνα τῆς κατερχομένης δρόσου ἐπί τά ὄρη Σιών καί ὡς τό καταβαῖνον ἐπί τόν πώγωνα Ἀαρών καί ἐπί τήν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ τό δέ βλύζον ἔνδοθεν καί ὡς ὕδωρ καταψῦχον τό πνεῦμα ἔσται εἰς πηγήν νάουσαν ὕδατα ζωῆς αἰωνίου τῷ ὑπό θείου Πνεύματος ἐνεργουμένῳ, ἀναπτόμενόν τε καί εἰς καπνόν εὐωδίας ἀναπεμπόμενον ὅ καί φαίνει λαμπρῶς καί μυρίζει ὁμοῦ τάς αἰσθήσεις εὐωδίαν πνευματικήν, τοῦτο μέν ὡς φῶς ὄν καί τοῖς καθαροῖς τήν καρδίαν ὁρώμενον, τοῦτο δέ ὡς ξύλον ζωῆς καί ἀνασταυροῦν τά θελήματα τῆς σαρκός, τό εὐωδιάζον τά σύμπαντα καί μόνους τούς πιστούς ἀεί εὐφραῖνον εὐφροσύνην πνευματικήν.

Αρχική ||| Επόμενη σελίδα της Ενότητας αυτής

Ἅγιος Συμεών : σελίδα περιεχομένων

Συμεών ο Νέος Θεολόγος

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης