Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Συμεὼν ὁ Νέος Θεολόγος

Πότε θὰ ἔρθει ἡ ἡμέρα τοῦ Κυρίου;

 

Σελ 3

Ταῦτα οὖν πάντα καί τούτων ἕτερα πλείονα, ἅ οὐκ ἐξόν τινι ἀριθμήσασθαι, τοῖς αὐτῷ πιστεύουσι γενήσεται ὁ Χριστός οὐκ ἐν τῷ μέλλοντι μόνον αἰῶνι, ἀλλά πρῶτον ἐν τῷδε τῷ βίῳ, εἶθ᾿ ὕστερον καί ἐν τῷ αἰῶνι τῷ μέλλοντι. Εἰ καί ἐνταῦθα μέν ἀμυδρότερον κἀκεῖ τελεώτερον, πλήν ὅμως πάντων τῶν ἐκεῖ ἀπ᾿ ἐντεῦθεν ἤδη τάς ἀπαρχάς οἱ πιστοί βλέπουσι τρανῶς καί λαμβάνουσιν· οὔτε γάρ τάς ἐπαγγελίας ἁπάσας ἐνταῦθα ἀπολαμβάνουσιν· οὔτε, ἐκεῖ τό πᾶν ἐλπίζοντες, μένουσιν, ἐνταῦθα ὄντες, τῶν μελλόντων ἀγαθῶν ἄμοιροί τε καί ἄγευστοι. Ἀλλ᾿ ἐπείπερ διά θανάτου καί τῆς ἀναστάσεως τήν βασιλείαν ἡμῖν ὁ Θεός καί τήν ἀφθαρσίαν καί πᾶσαν τήν αἰώνιον ζωήν δοῦναι ᾠκονομήσατο, ψυχικῶς μέν ἀπ᾿ ἐντεῦθεν ἤδη κοινωνοί καί μέτοχοι τῶν μελλόντων ἀγαθῶν ἀναμφιβόλως γινόμεθα, οἷον ἄφθαρτοι καί ἀθάνατοι καί υἱοί Θεοῦ καί υἱοί φωτός καί υἱοί ἡμέρας καί κληρονόμοι τῆς βασιλείας τῶν οὐρανῶν, ὡς αὐτήν ἐκείνην ἐντός ἡμῶν δηλονότι περιφέροντες - ταῦτα γάρ πάντα ἀπ᾿ ἐντεῦθεν ἤδη ἐν αἰσθήσει ψυχῆς καί γνώσει λαμβάνομεν, εἰ μή τι ἀδόκιμοι τῇ πίστει ἤ ἐλλιπεῖς ἐν τῇ τῶν θείων ἐντολῶν ἐργασίᾳ ἐσμέν -, σωματικῶς δέ οὐκέτι, ἀλλά φθαρτόν αὐτό, ὡς ὁ Χριστός καί Θεός πρό τῆς ἀναστάσεως, περιφέρομεν, καί παρ᾿ αὐτοῦ ἐμπεριεχόμενοι καί δεσμούμενοι τήν ψυχήν, οὐ χωροῦμεν νῦν τήν ἀποκαλυπτομένην ὅλην ἡμῖν εἰσδέξασθαι δόξαν, ἀλλά τό ἄρρητον πέλαγος τῆς δόξης ἐνοπτριζόμενοι, ῥανίδα βλέπειν ἐκείνου μίαν ἡγούμεθα καί διά τοῦτο ἐν ἐσόπτρῳ λέγομεν ἄρτι βλέπειν καί ἐν αἰνίγματι, πλήν ὁμοίους ἡμᾶς ἑαυτούς πνευματικῶς ὁρῶμεν ἐκείνου τοῦ παρ᾿ ἡμῶν ὁρωμένου καί ἡμᾶς βλέποντος κατά τήν παροῦσαν ζωήν· μετά δέ τήν ἀνάστασιν, καί αὐτό τό σῶμα πνευματικόν· ὡς αὐτός ἐκεῖνος ἐκ τοῦ μνημείου τοῦτο ἀλλοιώσας θεϊκῇ δυνάμει ἀνέστησεν, οὕτω καί ἡμεῖς πάντες τοῦτο ληψόμεθα πνευματικόν καί οἱ ὁμοιωθέντες αὐτῷ πρότερον ψυχικῶς ὀμοιωθησόμεθα αὐτῷ καί τότε σωματικῶς τε ἅμα καί ψυχικῶς, τουτέστιν ὅμοιοι αὐτῷ ἐσόμεθα, ἄνθρωποι τῇ φύσει, θεοί τῇ χάριτι, καθά δή καί αὐτός ἐκεῖνος Θεός τῇ φύσει, ἄνθρωπος τῇ ἀγαθότητι ἐχρημάτισεν. Οἱ δέ τό μυστήριον τοῦτο ἀκριβῶς ἐπιστάμενοι, πῶς μή ποθοῦσι καί ἐπιθυμοῦσι τόν θάνατον, καθώς φησιν ὁ Ἀπόστολος· «Οἱ δέ ἐν τῷ σκήνει τούτῳ ὄντες στενάζομεν, τήν ἀποκάλυψιν ἀπεκδεχόμενοι τῶν υἱῶν τοῦ Θεοῦ».

Προηγούμενη / Αρχική / Επόμενη σελίδα της Ενότητας αυτής

Ἅγιος Συμεών : σελίδα περιεχομένων

Συμεών ο Νέος Θεολόγος

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης