Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Συμεὼν ὁ Νέος Θεολόγος

Πότε θὰ ἔρθει ἡ ἡμέρα τοῦ Κυρίου;

 

Σελ 4

Καί γάρ εἰ μή τοῦτό ἐστι μηδέ ἀπ᾿ ἐντεῦθεν ἐν σώματι ὄντες τῶν αἰωνίων ἀγαθῶν ἐν μετοχῇ καί κοινωνίᾳ γινόμεθα, μηδέ τήν χάριν λαμβάνομεν οἱ ἐκλεκτοί, λοιπόν καί ὁ Χριστός αὐτός προφήτης ἐστί καί οὐ Θεός· ἀλλά καί πάντα ὅσα τό αὐτοῦ εὐαγγέλιον λέγει, προφητεία περί μελλόντων ἐστί καί οὐχί δωρεά χάριτος· ὁμοίως δέ καί οἱ ἀπόστολοι προφητείαν ἐνεχειρίσθησαν, ἀλλ᾿ οὐχί τῶν προφητευθέντων ἐκπλήρωσιν, οὐδέ ἔλαβόν τι ἐκεῖνοι οὐδέ ἑτέροις μετέδωκαν. Ἀλλ᾿ ὤ τῆς ἀγνοίας τῶν οὕτως ἐχόντων καί τῆς σκοτώσεως! Λόγοι λοιπόν κατ᾿ αὐτούς ἐστι διακενῆς ἡ πίστις ἡμῶν, ἔργων ἔρημοι. Εἰ γάρ ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις ἐπέφανε λόγῳ μόνῳ καί οὐ πράγματι, καί οὕτω γεγονέναι νομίζομεν τό μυστήριοιν τῆς πίστεως ἡμῶν, τίς ἡμῶν ἀθλιώτερος; Εἰ τό φῶς τοῦ κόσμου ὁ Χριστός ἐστι καί Θεός, παρά μηδενός δέ τῶν ἀνθρώπων τοῦτον ἀδιαλείπτως ὁρᾶσθαι πιστεύομεν, τίς ἄρα ἡμῶν ἀπιστότερος;

Εἰ τοίνυν αὐτός φῶς ἐστι, τούς δέ ἐνδιδυσκομένους αὐτόν μή ἐπαισθάνεσθαι λέγομεν, τί νεκροῦ διαφέρομεν; Εἰ δέ αὐτός μέν ἡ ἄμπελος, ἡμεῖς δέ τά κλήματα, ἐάν μή τήν πρός αὐτόν γινώσκομεν πάντως ἕνωσιν, ἄψυχοι καί ἄκαρποι καί ξύλα ξηρά, ὕλη πυρός ἀσβέστου τυγχάνομεν. Εἰ δέ καί οἱ τρώγοντες αὐτοῦ τήν σάρκα καί πίνοντες αὐτοῦ τό αἷμα ζωήν αἰώνιον ἔχουσι κατά τό θεῖον αὐτοῦ λόγιον, ταῦτα δέ ἡμεῖς ἐσθίοντες οὐδέν τῆς αἰσθητῆς τροφῆς πλέον γενόμενον ἐν ἡμῖν αἰσθανόμεθα οὐδέ ζωήν ἄλλην ἐν γνώσει λαμβάνομεν, ἄρτον λοιπόν μόνον ψιλόν, οὐδέ δέ καί Θεόν μετελάβομεν. Εἰ γάρ Θεός καί ἄνθρωπος ὁ Χριστός, καί ἡ ἁγία σάρξ αὐτοῦ οὐ σάρξ μόνον, ἀλλά σάρξ καί Θεός ἀχωρίστως, ἀλλά καί ἀσυγχύτως, ὁρατός μέν τῇ σαρκί εἴτ᾿ οὖν τῷ ἄρτῳ τοῖς αἰσθητοῖς ὀφθαλμοῖς ὑπάρχων, ἀόρατος δέ τῇ θεότητι τοῖς αἰσθητοῖς, τοῖς δέ γε τῆς ψυχῆς ὄμμασι καθορώμενος. Διό καί ἀλλαχοῦ· «Ὁ τρώγων μου τήν σάρκα» φησί «καί πίνων μου τό αἷμα ἐν ἐμοί μένει, κἀγώ ἐν αὐτῷ». Καί οὐκ εἶπεν, ἐν αὐτοῖς μένει καί αὐτά ἐν αὐτῷ, ἀλλ᾿ ἐν ἐμοί, τουτέστιν ἐν τῇ ἐμῇ δόξῃ, ἐν τῷ ἐμῷ φωτί, ἐν τῇ ἐμῇ θεότητι. «Ἐγώ γάρ, φησίν, ἐν τῷ Πατρί καί ὁ Πατήρ ἐν ἐμοί· καί ἐγώ ἐν ὑμῖν καί ὑμεῖς ἐν ἐμοί». Εἰ οὖν ταῦτα πάντα ἀγνώστως καί ἀναισθήτως γίνεσθαι νομίζομεν ἐν ἡμῖν, τίς τήν ἡμῶν ἀναισθήτως γίνεσθαι νομίζομεν ἐν ἡμῖν, τίς τήν ἡμῶν ἀναισθησίαν ἀξίως ἄρα θρηνήσειεν; Ὄντως οὐδείς.

Προηγούμενη / Αρχική / Επόμενη σελίδα της Ενότητας αυτής

Ἅγιος Συμεών : σελίδα περιεχομένων

Συμεών ο Νέος Θεολόγος

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης