Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Συμεὼν ὁ Νέος Θεολόγος

Πότε θὰ ἔρθει ἡ ἡμέρα τοῦ Κυρίου;

 

Σελ 5

Ἀλλά μακάριοι οἱ ὡς φῶς ἐλθόντα τόν Χριστόν ἐν τῷ σκότει δεξάμενοι, ὅτι αὐτοί υἱοί φωτός καί ἡμέρας ἐγένοντο.

Μακάριοι οἱ τό φῶς αὐτοῦ νυνί ἐνδυσάμενοι, ὅτι τό τοῦ γάμου ἤδη περιεβάλοντο ἔνδυμα· οἵ οὐ δεθήσονται χεῖρας ἤ πόδας, οὐδέ εἰς τό πῦρ τό αἰώνιον ἐμβληθήσονται.

Μακάριοι οἱ ἐν σώματι τόν αὐτόν Χριστόν θεασάμενοι, τρισμακάριοι δέ οἱ νοερῶς αὐτόν καί πνευματικῶς ἰδόντες καί προσκυνήσαντες, ὅτι εἰς τόν αἰῶνα οὐ μή ὄψονται θάνατον. Καί μή ἀπίστει τοῦτο, ὁρῶν καί ἐν τοῖς ἐπιγείοις τοῦτο γινόμενον· οἱ γάρ τόν ἐπί γῆς βασιλέα ἰδεῖν καταξιωθέντες κατάδικοι, τῆς ἐπί θάνατον ἀγούσης ἀποφάσεως εὐθύς ἀπαλλάσσονται.

Μακάριοι οἱ τόν Χριστόν καθ᾿ ἑκάστην μετά τοιαύτης ἐσθίοντες θεωρίας καί γνώσεως, ὡς Ἠσαΐας ὁ προφήτης τόν ἄνθρακα, ὅτι αὐτοί καθαρθήσονται ἀπό παντός ῥύπου ψυχῆς τε καί σώματος.

Μακάριοι οἱ καθ᾿ ὥραν τοῦ ἀρρήτου γευόμενοι τῷ στόματι τοῦ νοός αὐτῶν, ὅτι αὐτοί ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσουσι καί τόν ἅπαντα χρόνον ἐν εὐφροσύνῃ διατελέσουσι.

Μακάριοι οἱ τό φῶς τοῦ Κυρίου ὡς αὐτόν ἐκεῖνον ἀπ᾿ ἐντεῦθεν ἤδη γνωρίσαντες, ὅτι αὐτοί ἀνεπαισχύντως αὐτῷ ἐν τῷ αἰῶνι τῷ μέλλοντι παραστήσονται.

Μακάριοι οἱ ἐν τῷ φωτί τοῦ Χριστοῦ διάγοντες πάντοτε, ὅτι αὐτοί καί νῦν καί εἰς τούς αἰῶνας ἀδελφοί καί συγκληρονόμοι αὐτοῦ εἰσί τε καί ἀεί ἔσονται.

Μακάριοι οἱ τό φῶς ἐν τῇ ἑαυτῶν καρδίᾳ νυνί ἀνάψαντες καί ἄσβεστον τοῦτο διαφυλάξαντες, ὅτι αὐτοί τῷ νυμφίῳ ἐν τῇ τοῦ βίου ἐξόδῳ φαιδροί προσυπαντήσουσι καί μετ᾿ αὐτοῦ εἰς τόν νυμφῶνα λαμπαδοῦχοι συνεισελεύσονται.

Προηγούμενη / Αρχική / Επόμενη σελίδα της Ενότητας αυτής

Ἅγιος Συμεών : σελίδα περιεχομένων

Συμεών ο Νέος Θεολόγος

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης