ΑΛΛΟ ὑπάρχει ἀπάθεια ψυχῆς καί ἕτερον ἀπάθεια σώματος· ἡ μέν γάρ καί τό σῶμα καθαγιάζει, ἡ δέ αὐτή μόνη καθ᾿ ἑαυτήν οὐδέν τόν κεκτημένον ὀνίσησιν. Ἄλλο ἀκινησία τῶν τοῦ σώματος μελῶν καί τῶν παθῶν αὐτῶν τῆς ψυχῆς καί ἕτερον κτῆσις ἀρετῶν· ἡ μέν γάρ ἐκ φύσεως πρόσεστιν, ἡ δέ καί τάς φυσικάς ἁπάσας κινήσεις εἴωθε καταστέλλειν. Ἄλλο τό μή ἐπιθυμεῖν τινος τῶν τοῦ κόσμου τερπνῶν καί ἡδέων καί ἕτερον τό ἐφίεσθαι τῶν αἰωνίων καί οὐρανίων ἀγαθῶν, ἐπειδή τῶν μέν προτέρων ἄλλοι δι᾿ ἄλλο τι καί πλείονες αὐτῶν κατεφρόνησαν, τῶν δέ δευτέρων ὀλίγοι παντελῶς ἐφρόντισαν. Ἕτερον μέν οὖν μή ζητεῖν ἐξ ἀνθρώπων δόξαν καί ἕτερον τό τῆς δόξης ἐκκρέμασθαι τοῦ Θεοῦ καί ταύτην ἀενάως ἐπιζητεῖν· τήν μέν γάρ καί ὑπό παθῶν ἄλλων πλεῖστοι κυριευθέντες ἀπώσαντο, τήν δέ ὀλίγοι λίαν κόπῳ καί πόνῳ πολλῷ λαβεῖν ἠξιώθησαν. Ἄλλο τό εὐτελεῖ ἐσθῆτι ἀρκεῖσθαι καί στολῆς λαμπρᾶς μή ἐπιθυμεῖν καί ἕτερον τό ἐνδεδῦσθαι τό φῶς τοῦ Θεοῦ· τῆς μέν γάρ ὑπό ἑτέρων μυρίων ἐπιθυμιῶν καθελκόμενοί τινες κατεφρόνησαν, τό δέ μόνοι περιβέβληνται οἱ τοῦ φωτός υἱοί καί τῆς ἡμέρας καταξιωθέντες γενέσθαι. Ἄλλο τό ταπεινολογεῖν καί ἕτερον ταπεινοφρονεῖν· καί ἄλλο ταπείνωσις καί ἕτερον τό τῆς ταπεινώσεως ἄνθος καί ἕτερον ὁ ταύτης καρπός καί τό τοῦ καρποῦ ταύτης κάλλος καί ἡ ἡδύτης αὐτοῦ καί ἕτερον αἱ ἐκ τούτου ἐνέργειαι.
Ἅγιος Συμεών : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά