Σελ 2
Τούτων δέ τά μέν ἐφ᾿ ἡμῖν, τά δέ οὐκ ἐφ᾿ ἡμῖν εἰσι· καί τά μέν ἐφ᾿ ἡμῖν τό πάντα νοεῖν, τό φρονεῖν, τό λογίζεσθαι, τό λέγειν καί πράττειν ὅσα πρός ταπείνωσιν ἡμᾶς φέρουσιν· ἡ δέ ἁγία ταπείνωσις καί τά λοιπά ταύτης ἰδιώματα καί χαρίσματα καί αἱ ταύτης ἐνέργειαι δῶρόν εἰσι Θεοῦ καί οὐ τῶν ἐφ᾿ ἡμῖν εἰσιν, ἵνα μηδέ ἐν τούτῳ τις καυχήσηται· ὧν καί οὐδείς ποτε τυχεῖν καταξιωθήσεται, εἰ μή καλῶς τά ὅσα ἐφ᾿ ἑαυτόν εἰσι σπέρματα καταβάληται. ...
Τοιγαροῦν ἐννόησόν μοι τόν οὐρανόν οἷος ὑπάρχει ἐν αἰθρίᾳ καί ἀνεφέλῳ νυκτί καί βλέπε μοι ἐν αὐτῷ τόν τῆς σελήνης δίσκον ὅλον πεπληρωμένον τό εἰλικρινές καί καθαρώτατον φῶς, κύκλῳ δέ ταύτης τόν πολλάκις γινόμενον κύκλον περί αὐτήν· καί σκοπήσας ταῦτα καλῶς, μετάβηθι τῷ νῷ καί πρός ὅ μέλλω πάλιν εἰπεῖν. Τῶν ἁγίων ἐοίκασιν ἕκαστος, ἔτι ἐν σώματι ὄντες, οὐρανῷ, ἡ δέ καρδία αὐτῶν τῷ δίσκῳ ἔοικε τῆς σελήνης. Ἡ δέ ἁγία ἀγάπη τό παντουργόν ὑπάρχει καί παντοδύναμον φῶς, πολύ τοῦ ἡλιακοῦ τούτου φωτός καί ἀσυγκρίτως λαμπρότερον ἥτις ἁπτομένη τῶν καρδιῶν αὐτῶν καί καθάπερ τό τῆς σελήνης φῶς, ἀλλ᾿ ὁλόφωτος ἀεί διά σπουδῆς καί ἀγαθοεργίας τῶν ἁγίων συντηρουμένη. Ἡ δέ ἁγία ἀπάθεια, ὥσπερ κυκλοειδής στέφανος καί ὡς σκηνή μέσον αὐτούς περιφέρουσα καί περιέπουσα, σκέπει πάντοθεν καί περιφρουρεῖ καί ἀτρώτους ἀπό πάσης ἐννοίας πονηρᾶς, μή ὅτι γε ἁμαρτίας, διατηρεῖ, καί ἀβλαβεῖς καί ἐλευθέρους ἐκ πάντων ἐχθρῶν ἀποκαθιστᾷ· οὐ μόνον δέ, ἀλλά καί ἀπροσίτους αὐτούς τοῖς ὑπεναντίοις ἐργάζεται.
Ἅγιος Συμεών : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά