Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Συμεὼν ὁ Νέος Θεολόγος

Καὶ τὸ σῶμα θὰ γίνει πνευματικό

 

ΕΠΕΙΔΗ διά τῆς σωματικῆς παρουσίας αὐτοῦ ὁ ἐπί πάντων Θεός τοῦ ἀναπλάσαι καί ἀνακαινίσαι τόν ἄνθρωπον ἐλήλυθεν ἐπί γῆς καί τήν δι᾿ αὐτόν καταραθεῖσαν ἅπασαν κτίσιν ἐπευλογῆσαι, ἄκουε νουνεχῶς! Πρῶτον μέν τήν ψυχήν ἥν ἀνέλαβεν ἐζώωσε καί ἀφθαρτώσας ἐθεοποίησε, τό δέ ἄχραντον αὐτοῦ καί θεῖον σῶμα, εἰ καί ἐθέωσεν, ἀλλ᾿ ἔτι φθαρτόν αὐτό καί ὑλικόν περιέφερε. Τό γάρ ἐσθίον καί πῖνον, τό κοπιοῦν καί ἱδρῶτας φέρον, τό δεσμούμενον καί τυπτόμενον, ἐπί σταυροῦ τε ἀναρτώμενον καί καθηλούμενον, φθαρτόν ἐστι δηλονότι καί ὑλικόν· ταῦτα γάρ ἅπαντα φθαρτοῦ σώματος ἰδιώματα καθεστήκασιν, ὅθεν καί ἀπέθανεν καί ἐν μνημείῳ κατετέθη νεκρός. Μετά δέ τό ἀναστῆναι ἄφθαρτον, καί αὐτό τό σῶμα πνευματικόν, θεῖον πάντῃ και ἄϋλον, συνανέστησεν· ἔνθεν τοι οὐδέ τάς σφραγῖδας τοῦ μνήματος ἔλυσεν ἐξελθών, ἀλλά καί τῶν θυρῶν κεκλεισμένων ἀκωλύτως εἰσήρχετο καί ἐξήρχετο. Διατί δέ οὐκ εὐθύς σύν τῇ ψυχῇ καί τό σῶμα ὅπερ ἀνέλαβε πνευματικόν καί ἄφθαρτον ἀπειργάσατο; Ἐπειδή φαγών καί ὁ Ἀδάμ ἐκ τοῦ ξύλου, οὗ ἐνετείλατο αὐτῷ ὁ Θεός μή φαγεῖν, εὐθύς μέν τόν τῆς ψυχῆς παραβάς ἀπέθανε θάνατον, τόν δέ τοῦ σώματος μετά πολλούς ὕστερον ἐνιαυτούς, καί διά τοῦτο τήν τό ἐπιτίμιον δεξαμένην ψυχήν τῆς τοῦ θανάτου τιμωρίας πρῶτον ἀνέστησέ τε καί ἐζώωσε καί ἐθέωσεν, εἶθ᾿ οὕτως τό σῶμα, κατά τήν πάλαι ἐξενεχθεῖσαν ἀπόφασιν ἀποστρέφειν διά τοῦ θανάτου εἰς γῆν, τήν ἀφθαρσίαν διά τῆς ἀναστάσεως ἀπολαβεῖν ᾠκονόμησεν· οὐ μόνον δέ, ἀλλά κατελθών ἐν τῷ ᾅδῃ, τῶν μέν ἐκεῖσε κατεχομένων ἁγίων τάς ψυχάς τῶν αἰωνίων ἐλευθερώσας δεσμῶν ἐξανέστησε καί εἰς τόπον ἀναπαύσεως καί φωτός ἀνεσπέρου κατέταξε, τά δέ σώματα αὐτῶν οὐκέτι, ἀλλ᾿ εἴασεν αὐτά ἐν σοροῖς μέχρι τῆς κοινῆς ἀναστάσεως.

Επόμενη σελίδα της Ενότητας αυτής

Ἅγιος Συμεών : σελίδα περιεχομένων

Συμεών ο Νέος Θεολόγος

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης