Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Συμεὼν ὁ Νέος Θεολόγος

Καὶ τὸ σῶμα θὰ γίνει πνευματικό

 

Σελ 2

Τό γοῦν μυστήριον τοῦτο οὐ μόνον τῷ ῥηθέντι τρόπῳ γέγονεν ἀπ᾿ ἀρχῆς Χριστοῦ ἐν ὅλῳ τῷ κόσμῳ, ἀλλά καί ἐφ᾿ ἑνί ἑκάστῳ τῶν πάλαι ἁγίων ἐγένετο καί μέχρι τοῦ νῦν ἀεί γίνεται. Λαμβάνοντες γάρ τό τοῦ Δεσπότου ἡμῶν καί Θεοῦ Πνεῦμα, συμμέτοχοι αὐτοῦ τῆς θεότητος καί τῆς οὐσίας γινόμεθα· ἐσθίοντες δέ τήν παναμώμητον αὐτοῦ σάρκα, τά θεῖα λέγω μυστήρια, σύσσωμοι αὐτοῦ καί συγγενεῖς ἐν ἀληθείᾳ ὁλοκλήρως γινόμεθα, καθώς καί αὐτός ὁ θεῖος Παῦλός φησιν ὅτι “ὀστοῦν ἐσμεν ἐκ τῶν ὀστέων αὐτοῦ καί σάρξ ἐκ τῆς σαρκός αὐτοῦ” καί πάλιν, ὅτι “ἐκ τοῦ πληρώματος αὐτοῦ τῆς θεότητος, ἡμεῖς, δηλονότι πάντες, ἐλάβομεν καί χάριν ἀντί χάριτος”. Τοῦτο δέ γινόμενοι, ὅμοιοι αὐτῶ τῷ φιλανθρώπῳ Θεῷ καί Δεσπότῃ ἡμῶν κατά χάριν γινόμεθα, ἀνακαινιζόμενοι καί ἀνανεούμενοι τήν ψυχήν, ἀφθαρτοποιούμενοί τε καί ὡς ἐκ νεκρῶν ζῶντες ἐξανιστάμενοι, αὐτόν δηλαδή τόν ὅμοιον ἡμῖν γενέσθαι καταξιώσαντα βλέποντες καί βλεπόμενοι ὑπ᾿ αὐτοῦ οἱ ἀξιωθέντες ὅμοιοι γενέσθαι αὐτῷ, ὡς εἴ τις ἀπό μακρόθεν πρόσωπον φίλου αὐτοῦ καθορᾷ καί διαλέγεται αὐτῷ καί προσομιλεῖ καί φωνῆς ἀκούει αὐτοῦ.

Αρχική ||| Επόμενη σελίδα της Ενότητας αυτής

Ἅγιος Συμεών : σελίδα περιεχομένων

Συμεών ο Νέος Θεολόγος

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης