Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Συμεὼν ὁ Νέος Θεολόγος

Εἶναι κοντά μας χωρὶς δύση

 

ΟΠΗΝΙΚΑ πάσῃ πίστει καί παντί πόθῳ ζητήσομεν, οὐχί τό ἰδεῖν τό ἔξωθεν ταύτης τῆς φυλακῆς φῶς, οὐδέ τά ἐν τῷ φωτί ἐκείνῳ καί κόσμῳ πράγματα - οὐδείς γάρ τῶν ταῦτα ζητούντων ἠξιώθη ἰδεῖν, οὐδ᾿ οὐ μή ἀξιωθήσεταί ποτε αὐτά καθόλου θεάσασθαι - , ἀλλά τό φυλάξαι ἐν πρώτοις τάς ἐντολάς τοῦ Θεοῦ, τό μετανοεῖν, τό πενθεῖν, τό ταπεινοῦσθαι καί τά λοιπά ἅ προείπομεν, τηνικαῦτα καί διανοίγεται ἡμῖν ὥσπερ ὀπή τις μικρά ἐν τῷ ὁρωμένῳ τούτῳ ὀρόφῳ τοῦ οὐρανοῦ καί τό ὑπεράνω τούτου φῶς ἄϋλόν τε καί νοητόν παραδείκνυται· ὅ καί ἡ ψυχή κατιδοῦσα ὅλη καθόλου ἐξίσταται, ὅλη ἐκπλήττεται, θαῦμα καινόν ὁρῶσα, θαῦμα παράδοξον καί ὅ μέχρι τότε οὐδέπω τεθέαται, ἐν ᾧ καί ἐπιμένει ὥσπερ καί ἁρπαζομένη εἰς τόν οὐρανόν καί βιαζομένη εἶναι ἐκεῖ καί κατανοεῖν τό τούτου ἀκατανόητον καί μάλιστα ἐν τῷ βλέπειν αὐτό ἡμέρας τε καί νυκτός καί διδάσκεσθαι καθ᾿ ἑκάστην ἐκεῖθεν ὅτι πέλει ἀνέσπερον, ὅτι ἄπειρον ὑπάρχει καί ἄφραστον, ὅθεν καί πρός τήν φυλακήν ταύτην ἐπιστραφῆναι καί βλέπειν αὖθις τά ἐν αὐτῇ ὅλως οὐ βούλεται.

Τοῦτο τοίνυν ἀρχήν ἴσθι τῶν εἰσαγωγικῶν εἰς εὐσέβειαν καί ἄρτι πρός τούς τῆς ἀρετῆς ἀποδυσαμένων ἀγῶνας. Ἐπάν οὖν χρονίσῃ ἀνεπιστρόφως πρός τήν θεωρίαν ἐκείνην, ὡς οὐκ οἶδε, διανοίγεται αὐτῷ, οὐκ οἶδα ὁ οὐρανός, οὐκ οἶδα ὁ τῆς καρδίας αὐτοῦ ὀφθαλμός καί οὗτος μᾶλλον ἤ ἐκεῖνος, εἰπεῖν, ὑπό τοῦ φωτός ἐκείνου καί ἔνδον τοῦ οἴκου τῆς ψυχῆς αὐτοῦ, λέγω δή τούτου τοῦ σκήνους, τό φῶς ἐκεῖνο εἰσέρχεται τό θαυμαστόν καί ὑπέρλαμπρον, φωτίζον συμμέτρως αὐτόν, ὅσον ἡ φύσις δηλονότι χωρεῖ.

Επόμενη σελίδα της Ενότητας αυτής

Ἅγιος Συμεών : σελίδα περιεχομένων

Συμεών ο Νέος Θεολόγος

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης