Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Συμεὼν ὁ Νέος Θεολόγος

Εἶναι κοντά μας χωρὶς δύση

 

Σελ 2

Οὕτω δέ πάλιν χρονίσας, ὡς σύνηθες ἐκ τοῦ κατ᾿ ὀλίγον, καί ὡς ἀεί ποτε τούτῳ συνών, λογίζεται τό τοιοῦτον· θαύματα δέ ἐπί θαύμασι καί μυστήρια ἐπί μυστηρίοις καί θεωρίας ἐπί θεωρίαις, ἐλλαμπόμενος ἐξ αὐτοῦ καθ᾿ ὥραν, ἵν᾿ εἴπω, καί ὁρῶν καί νοῶν καί μυούμενος ἐκδιδάσκεται· ἅ καί εἰ γράφειν θελήσει, οὐδέ χάρτης οὐδέ μέλαν ἀρκέσει αὐτῷ, ἐπιλείψει δέ, οἶμαι, καί ὁ χρόνος αὐτόν ἐξηγούμενον ταῦτα λεπτομερῶς. Μᾶλλον δέ, πῶς ἄρα γράψαι δυνήσεται τά μή δυνάμενα ῥηθῆναι, ἄφραστα ὄντα καί ἄρρητα πάντῃ; Ὅθεν καί ὡς ἐν φωτί τότε, μᾶλλον μετά τοῦ φωτός, σύνεστι καί οὐχ ὡς ἐν ἐκστάσει διατελεῖ, ἀλλά καί ἑαυτόν καί τά κατ᾿ αὐτόν καθορᾷ καί τούς πλησίον βλέπει ἐν οἵοις εἰσί καί προλέγει καί προγινώσκει ὅτι, ἐάν ἔξω τῆς φυλακῆς ταύτης γένηται καί μάλιστα μετά τήν ἀνάστασιν, καί τό φῶς ἐκεῖνο τό ἄστεκτον ὅσον ἐστί θεάσηται, καί τά ἐν αὐτῷ ἀγαθά “ἅ ὀφθαλμός οὐκ εἶδε καί οὖς οὐκ ἤκουσε καί ἐπί καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἅ ἡτοίμασεν ὁ Θεός τοῖς ἀγαπῶσιν αὐτόν” ἀποκαλυφθήσονται αὐτῷ τρανότερον διά τοῦ ἐν αὐτῷ ὄντος νυνί φωτός ὑφ᾿ οὗ καί φωτίζεται· οὐ γάρ στερούμεθα τότε τοῦ γνωρίζειν ἤ βλέπειν, ἀλλ᾿ ὡς ὁ λόγος ἀνωτέρω ἀπέδειξε, κατά τήν τοῦ φωτός λαμπρότητα καί θεωρίαν, ἀναλόγως μᾶλλον καί ἡ τοῦ Θεοῦ γνῶσις καί ἡ θεωρία, καί ὁ ἀναγνωρισμός καί ἡ γνῶσις ἀλλήλων πλεῖον καί καθαρώτερον ἐν ἀνεκφράστῳ θυμηδίᾳ καί ἀγαλλιάσει ἔσεται εἰς αἰῶνας αἰώνων. Καί τοῦτο καί ἐν τῇ παλαιᾷ οἱ προφῆται καί ἐν τῇ νέᾳ πολλοί τῶν ἁγίων ἐκ τῶν ἔργων ἀπέδειξαν, ἐξ ὀνόματος καλέσαντες οὕς οὐκ εἶδόν ποτε, ἀλλά δή καί ἐγνώρισαν οὕς οὐκ ἐγίνωσκον.

Αρχική σελίδα της Ενότητας αυτής

Ἅγιος Συμεών : σελίδα περιεχομένων

Συμεών ο Νέος Θεολόγος

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης