Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Συμεὼν ὁ Νέος Θεολόγος

Ἡ πνευματικὴ ἡλικία

 

ΕΧΕΙΣ πίστιν καί ταπείνωσιν τάς βάσεις τῶν ἀρετῶν καί ἐπί ταύταις τάς ἀρετάς πάσας, ἅς ἔφθην εἰπών, ἐποικοδομηθείσας, δι᾿ ἅς ὅλον δηλονότι κατεσκευάσθη τό σῶμα καί μέχρι τραχήλου ἀπετελέσθη, ὅπερ ἐστίν ἡ ἐλπίς· ἥτις τοῦ μέν λοιποῦ ὑπερανέστηκε σώματος, αὐτή δέ μόνη καθ᾿ ἑαυτήν μή συναφθεῖσα τῇ κεφαλῇ συννενέκρωται τοῖς λοιποῖς τοῦ σώματος μέλεσιν, μή ἔχουσα ὅθεν εἰς πνοήν ἤ ἀναπνοήν τοῦ ζωοποιοῦντος καί κινοῦντος τό σῶμα καί τά μέλη Πνεύματος δέξασθαι καί τροφῆς ὅλως ἀφθάρτου μεταλαβεῖν. Διά δή τοῦτο, ἵνα μή ἀτελές τό τῆς ἡλικίας Χριστοῦ μέτρον ἐάσωμεν, ὥσπερ κεφαλήν τῷ ὄντι τήν ἁγίαν ἀγάπην ἐπιτίθεμεν ἐπ᾿ αὐτῇ, οὐκ ἀφ᾿ ἑαυτῶν τοῦτο νοήσαντες ἤ συσκευάσαντες, ἄπαγε, ἀλλ᾿ ἐκ τοῦ Ἁγίου ἐκείνου Πνεύματος διδαχθέντες, οὗ εἶχεν ὁ εἰπών· “Μένει δέ τά τρία ταῦτα, πίστις, ἐλπίς, ἀγάπη· μείζων δέ πάντων ἡ ἀγάπη”, καί αὖθις· “Ἐάν ἔχω πᾶσαν τήν πίστιν, ὥστε ὄρη μεθιστάνειν, καί ἐάν ἔχω πᾶσαν τήν γνῶσιν καί εἰδῶ τά μυστήρια πάντα καί ἐάν ψωμίσω πάντα τά ὑπάρχοντά μοι καί ἐάν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καί τῶν ἀγγέλων καί ἐάν παραδῶ τό σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δέ μή ἔχω, οὐδέν ὠφελοῦμαι”. Ἡ γάρ πίστις διά τῆς ἐλπίδος μεσιτευούσης ὑπό τῆς ἁγίας ἀγάπης ἀοράτως καί ἀνεπαισθήτως, ἐν τοῖς νηπίοις ἔτι λέγω, προθυμουμένη καί διδασκομένη καί ἱκανουμένη, πάντα τά προειρημένα ἐπιτελεῖ· ἐπιτελοῦσα δέ τρέφει καί θεραπεύει καί αὐξάνειν ποιεῖ διά τῶν τοιούτων τήν κεφαλήν, αὐτήν, φημί, τήν ἀγάπην· αὕτη δέ θεραπευομένη καί αὐξάνουσα, πλείονα κατά ἀναλογίαν παρέχει τῷ λοιπῷ τῶν ἀρετῶν σώματι τήν ἰσχύν καί τοῖς ἔμπροσθεν προσεπεκτείνεσθαι παρασκευάζει θερμότερον.

Επόμενη σελίδα της Ενότητας αυτής

Ἅγιος Συμεών : σελίδα περιεχομένων

Συμεών ο Νέος Θεολόγος

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης