Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Συμεὼν ὁ Νέος Θεολόγος

Ἡ πνευματικὴ ἡλικία

 

Σελ 2

Καί οὕτως αὐξάνουσι κατά μικρόν ὅλα τά μέλη τοῦ πνευματικοῦ σώματος, ὥσπερ ὀστοῦν πρός ὀστοῦν καί ἁρμονία πρός ἁρμονίαν, ὑπό τῆς ἁγίας ἀγάπης συντιθέμενα καί συναρμολογούμενα καί συνδούμενα. Ἡ δέ ἀγάπη αὕτη, εἴτ᾿ οὖν ἡ κεφαλή [πάντων] τῶν ἀρετῶν ἐστίν ὁ Χριστός καί Θεός, ὅς διά τοῦτο κατῆλθεν ἐπί τῆς γῆς καί γέγονεν ἄνθρωπος, μεταλαβών τῆς ἡμετέρας γεώδους σαρκός, ἵνα μεταδῷ τῆς αὐτοῦ θεότητος οὐσιωδῶς ἡμῖν καί πνευματικούς ἡμᾶς ἐργασάμενος καί ἀφθάρτους ἀποτελέσας εἰς οὐρανούς ἀνενέγκῃ. Αὕτη ἐστίν ἡ ἀγάπη ἥν λέγει ὁ θεῖος Ἀπόστολος ὅτι ἐκκέχυται πλουσίως ἐν ταῖς καρδίαις ἡμῶν, ἤγουν ἡ μετουσία καί μέθεξις τῆς θεότητος αὐτοῦ, δι᾿ ἧς ἑνούμεθα τῷ Θεῷ. Περί ταύτης καί ὁ Ἰωάννης φησίν ὁ θεολόγος· “Ἡ τελεία ἀγάπη ἔξω βάλλει τόν φόβον”, καί ὅτι· “Ὁ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ”, καί πάλιν· “Ἴδετε ποταπήν ἀγάπην δέδωκεν ἡμῖν ὁ Πατήρ, ἵνα τέκνα Θεοῦ κληθῶμεν”. Ἀγάπην ἐνταῦθα τό τοῦ Θεοῦ Ἅγιον καλεῖ Πνεῦμα, δι᾿ οὗ καί τήν υἱοθεσίαν ἀπολαμβάνομεν.

Ταύτην οὖν τήν ἀγάπην οὐδείς ἀνθρώπων ἰδεῖν ἤ λαβεῖν ἤ συναφθῆναι ἠδυνήθη, εἰ μή τήν εἰς Χριστόν πίστιν, ὡς εἴπομεν, στερράν ἐτήρησε καί ἀκράδαντον καί ἐπί ταύτῃ τῇ πίστει τάς εἰρημένας ἁπάσας πράξεις ἐπῳκοδόμησεν ἐν σπουδῇ· ὁ δέ γε μή θεασάμενος, μήτε συναφθείς αὐτῇ, μήτε τῆς γλυκύτητος αὐτῆς μετασχών, οὐδέ ἀγαπῆσαι ταύτην ἀξίως δύναται. Ὅν γάρ οὐκ ἴδῃ τις, πῶς ἀγαπᾶν αὐτόν δύναται; “Ὁ γάρ μή ἀγαπῶν τόν ἀδελφόν αὐτοῦ, φησίν, ὅν ἑώρακε, τόν Θεόν ὅν οὐχ ἑώρακε πῶς δύναται ἀγαπᾶν;” Πάλιν δέ εἰ μή ἐξ ὅλης ψυχῆς, ἐξ ὅλης καρδίας, κατά τάς φυσικάς ἐννοίας καί κατά τήν προσοῦσαν ἡμῖν φιλικήν ἀγάπησιν καί διάθεσιν, ἀγαπήσει αὐτόν πρότερον, ἰδεῖν οὐ καταξιοῦται αὐτόν. “Ὁ ἀγαπῶν με γάρ, εἶπεν, ἀγαπηθήσεται ὑπό τοῦ Πατρός μου”, καί τότε ἐπιφέρει· “καί ἐγώ ἀγαπήσω αὐτόν καί ἐμφανίσω αὐτῷ ἐμαυτόν”. Ἐξ ὧν δείκνυται φανερῶς ὅτι, ἐάν μή πρότερον ἐξ ὅλης αὐτοῦ τῆς ψυχῆς ἀγαπήση τις τόν Θεόν καί τήν πρός αὐτόν ἀγάπην ἐν τῇ ἀπαρνήσει ἑαυτοῦ καί τοῦ κόσμου παντός ἐπιδείξηται, τῆς αὐτοῦ ἐμφανείας ἐν ἀποκαλύψει Πνεύματος Ἁγίου μυστικῶς οὐκ ἀξιοῦται οὐδέ τήν κεφαλήν ἑαυτοῦ αὐτόν κέκτηται, ἀλλά σῶμά ἐστι νεκρόν ἐν τοῖς πνευματικοῖς ἔργοις, τήν ζωήν τῶν ἁπάντων ἐστερημένον, Χριστόν.

Αρχική ||| Επόμενη σελίδα της Ενότητας αυτής

Ἅγιος Συμεών : σελίδα περιεχομένων

Συμεών ο Νέος Θεολόγος

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης