Μαρτυρίες

Γεώργιος Φραντζῆς, Τὸ Σύμβολο τῆς Πίστεως καὶ ἡ Βίβλος

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα

Πηγή: Φραντζῆς, Χρονικόν, ἐπιμ V. Grecu, SB 5, Bucharest 1966, σελ. 570-580. 

Σχεδὸν πᾶσαι αὐτοῦ θείου συμβόλου ῥήσεις ἐκ τῶν ἁγίων εἰσὶ γραφῶν͵ ὡς κατὰ μέρος ῥηθήσεται. 

Πιστεύω· εὐαγγέλιον· πιστεύσεις εἰς τὸν υἱὸν τοῦ Θεοῦ· καὶ πιστεύετε εἰς τὸν Θεόν καὶ εἰς ἐμὲ πιστεύετε. Ἀπόστολος· πίστευσον εἰς τὸν Κύριον Ἰησοῦν. εἰς ἕνα Θεόν· εὐαγγέλιον· ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν. Ὁ ἀδελφόθεος· πίστευε͵ ὅτι ὁ Θεὸς εἷς ἐστι. Παύλου· καὶ ἡμῶν Θεὸς ὁ πατήρ͵ ἐξ οὗ τὰ πάντα͵ καὶ ἡμεῖς ἐξ αὐτοῦ͵ καὶ εἷς Κύριος Ἰησοῦς Χριστός͵ δι΄ οὗ τὰ πάντα. πατέρα· εὐαγγέλιον· ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ πάτερ ἅγιε͵ καὶ ὁ κόσμος σε οὐκ ἔγνω καὶ πρὸς τὸν πατέρα μου πορεύσομαι καὶ ἐρωτήσω τὸν πατέρα μου καὶ πάτερ μου͵ εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου καὶ οὐ δύναμαι ἄρτι παρακαλέσαι τὸν πατέρα μου. Πέτρος· εὐλογητὸς ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Παῦλος· ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. παντοκράτορα· Ζαχαρίας· τάδε λέγει Κύριος παντοκράτωρ καὶ ἐπὶ τὸν οἶκον τοῦ Κυρίου παντοκράτορος καὶ λέγει Κύριος παντοκράτωρ. Ἰεζεκιήλ· ἀδωναῒ Κύριε͵ ὅ ἐστι παντοκράτωρ. Καὶ τὸ σαββαὼθ δὲ παντοκράτωρ ἑρμηνεύεται͵ ὃ πάσῃ τῇ τριάδι ἀνατίθησιν ὁ Ἡσαΐας λέγων ἅγιος͵ ἅγιος͵ ἅγιος Κύριος σαββαώθ. Εὐαγγέλιον· πατὴρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς. Δαβίδ· ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς. Ἐπιστήθιος· ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος παντοκράτωρ. ποιητὴν οὐρανοῦ καὶ γῆς· Μωϋσῆς· ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Εὐαγγέλιον· πάτερ κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς. ὁρατῶν τε πάντων καὶ ἀοράτων· Παῦλος· εἴτε ὁρατὰ εἴτε ἀόρατα͵ πάντα δι΄ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται͵ ἐκ τοῦ πατρὸς δηλονότι διὰ τὸν Χριστόν. Ὁ Δαβίδ· ὅτι αὐτὸς εἶπε καὶ ἐγεννήθησαν· αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν.  


Επόμενη σελίδα

       Πρβλ.: Ἡ ἕνωση τῆς Ὀρθοδοξίας μὲ τὸν παπικὸ κλῆρο θὰ καταστρέψει τὴ χριστιανοσύνη ὁλότελα * Κόντογλου, Κατὰ Ἑνωτικῶν Συμεών ο Νέος Θεολόγος, Ύμνοι Θείων Ερώτων * Σμέμαν, Η ζωή του κόσμου (ο χριστιανισμός δεν είναι θρησκεία) * Σωφρόνιος Σαχάρωφ, Το Άκτιστο Φως * Λυκούργος, Για τον Πατριάρχη Γρηγόριο τον Ε' * Κωνσταντινούπολη

Enable Desktop Gadgets on Windows 10, with Gadgetarian
Enable Desktop Gadgets on Windows 10

ELLOPOS Elpenor in Print


Γίνε συνδρομητής στο Newsletter (δωρεάν)
Για να μαθαίνεις πρώτος όλες τις νέες δημοσιεύσεις

 

 ΕΠΙΚΟΙΝΩΝΙΑ   ΕΛΛΗΝΙΚΟΣ ΟΙΚΟΣ   BLOG   HOME