Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Συμεὼν ὁ Νέος Θεολόγος

Ἡ ἀληθινὴ γιορτή

 

Σελ 3

Τά δέ συναθροισθέντα σοι πλήθη καί ᾄδοντα μεγαλοφώνως Θεῷ, τά οὐράνιά σοι τάγματα παραδηλοῦσι καί τάς ἀναριθμήτους τῶν ἀγγέλων δυνάμεις, τάς ἐπί τῇ σῇ σωτηρίᾳ τόν οὐράνιον ἀνυμνούσας Δεσπότην. Ὁ αἶνος δέ καί ὁ ὕμνος, ὁ δι᾿ αὐτῶν μελῳδούμενος, τόν ὕμνον ἐκεῖνον τόν μυστικόν, ὅν ἀσιγήτως οἱ ἅγιοι ἀναμέλπουσιν ἄγγελοι, ὑπαινίττεται, ὡς ἄν καί αὐτός ἑαυτόν τοιοῦτον ἀποτελέσῃς καί ὡς ἐπίγειος ἄγγελος τῷ ἀΰλῳ στόματι ἀκαταπαύστως τῆς καρδίας σου ἀνυμνῇς τόν πεποικότα σε Θεόν μυστικῶς. Οἱ δέ γε φίλοι καί γνωστοί καί τῶν ἀρχόντων οἱ συμπαρόντες διδάσκουσί σε διά τῆς παρουσίας ὅτι δεῖ σε συναρίθμιον καί ὁμοδίαιτον διά πάσης ἐργασίας τῶν ἐντολῶν καί διά τοῦ πλούτου τῶν ἀρετῶν ἀποστόλων, προφητῶν, μαρτύρων καί πάντων γενέσθαι ὁσίων.

Ἐάν οὕτως ἑορτάζων λογίζῃ καί τοιοῦτος γέγονας οἷον ὁ λόγος ἀναζωγράφησεν, ἑορτήν ἑορτάζεις ἐν οἷς ποιεῖς ἑορτάζων πνευματικήν καί συνεορτάζεις ταῖς ἄνω τῶν ἀγγέλων δυνάμεσι. Εἰ δέ οὐχ οὕτως οὐδέ τοιοῦτον σεαυτόν διά τῆς ἐργασίας τῶν ἐντολῶν ἀπειργάσω, τί σοι τό ὄφελος ἑορτάζοντι; Δέος μή καί σύ, ὡς οἱ πάλαι Ἰουδαῖοι, ἀκούσῃς «Μεταστρέψω, φησίν, εἰς πένθος τάς ἑορτάς σου καί τήν χαράν σου εἰς λύπην μεταβαλών». ...

Ἔστω σοι ἑορτή, λελογισμένως καί εὐσεβῶς ἑορτάζοντι, μή λαμπάδων φῶς εἰς τό ὀλίγον σβεννύμενον, ἀλλά αὐτή καθαρῶς ἡ τῆς ψυχῆς σου λαμπάς, ἥτις ἡ γνῶσις ὑπάρχει τῶν θείων καί οὐρανίων πραγμάτων, ἡ ὑπό τοῦ Ἁγίου Πνεύματος χορηγουμένη τῷ Ἰσραηλιτικῷ τήν διάνοιαν. Αὕτη ἔστω σοι διά πάσης ἐκλάμπουσα τῆς ζωῆς σου, ὑπέρ τάς τοῦ ἡλίου ἀκτῖνας φαίνουσα πᾶσι τοῖς ἐν τῇ παγκοσμίῳ οἰκίᾳ, φῶς καθαρόν τοῦ λόγου ἠρτυμένον τῷ τοῦ Πνεύματος ἅλατι, κατά τήν κελεύουσαν ἐντολήν «Λαμψάτω τό φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τά καλά ἔργα ὑμῶν καί δοξάσωσι τόν Πατέρα ὑμῶν τόν ἐν τοῖς οὐρανοῖς».

Προηγούμενη / Αρχική / Επόμενη σελίδα της Ενότητας αυτής

Ἅγιος Συμεών : σελίδα περιεχομένων

Συμεών ο Νέος Θεολόγος

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης