Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Συμεὼν ὁ Νέος Θεολόγος

Ἡ ἀληθινὴ γιορτή

 

Σελ 4

Ἀντί λύχνων πολλῶν, ἔστωσάν σοι αἱ φωτοειδεῖς ἔννοιαι, δι᾿ ὧν ὁ κόσμος ἅπας τῶν ἀρετῶν ἐξυφαίνεται καί ἡ ποικιλία τοῦ πνευματικοῦ ναοῦ καί τοῦ κάλλους αὐτοῦ λαμπρῶς τοῖς ὁρῶσι ὀρθῶς ὑποδείκνυται.

Ἀντί μύρων καί ἀρωμάτων, εὐωδιαζέτω σε ἡ νοητή τοῦ Ἁγίου Πνεύματος εὐωδία, ἧς ἄρρητος ἡ ὀσμή καί ἡ ἀναθυμίασις φωτοειδής τῆς ὀσφρήσεως.

Ἀντί πλήθους λαοῦ, συνίτωσάν σοι τά τάγματα τῶν ἁγίων ἀγγέλων δοξάζοντα τόν Θεόν ἐπί σοί καί ἀεί χαιρόμενα ἐπί τῇ σωτηρίᾳ καί ἀναβάσει καί προκοπῇ σου.

Ἀντί φίλων καί ἀρχόντων καί βασιλέων, συνεορταζέτωσαν καί συγκοινωνείτωτάν σοι, οἷα δή φίλοι, οἱ προσκυνούμενοι καί τιμώμενοι παρ᾿ αὐτῶν πάντες ἅγιοι. Οὗτοι ἔστωσάν σοι φιλούμενοι καί ὑπέρ ἅπαντας προτιμώμενοι, ὡς ἄν ἐκλείποντά σε προσυποδέξωνται εἰς τάς αἰωνίους τούτων σκηνάς, ὡς τόν Λάζαρον ὁ Ἀβραάμ ἐν τοῖς κόλποις αὐτοῦ, εἰ καί θεωρεῖται τό εἰρημένον καί ἄλλως.

Ἀντί πληθούσης τραπέζης τῇ ἀφθονίᾳ τῶν ἐδεσμάτων, ἔστω σοι μόνος ὁ ἄρτος ὁ ζῶν, οὐχ ὁ αἰσθητός καί φαινόμενος μόνον, ἀλλ᾿ ὁ ἐν τῷ αἰσθητῷ καί δι᾿ αὐτοῦ ὡς αἰσθητός σοι καί γενόμενος καί διδόμενος, αὐτός ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων καί διδούς τῷ κόσμῳ ζωήν, ὅν οἱ ἐσθίοντες οὐ τρέφονται μόνον, ἀλλά καί ζωοῦνται καί ζῶντες ὡς ἐκ νεκρῶν ἐξανίστανται. Τοῦτό σοι τρυφή καί βρῶσις ἔστω ἀκόρεστος καί ἀδάπανος οἶνος δέ, οὐχ ὁ οἶνος οὗτος ὁ καί ὁρώμενος, ἀλλ᾿ ὁ φαινόμενος μέν οἶνος, νοούμενος δέ αἷμα Θεοῦ, φῶς ἄφραστον, ἄρρητος γλυκασμός, εὐφροσύνη αἰώνιος τοῦτον εἰ πίνεις ἀξίως ἀεί, οὐ μή διψήσῃς εἰς τόν αἰῶνα, μόνον ἐν αἰσθήσει ψυχῆς, ἐν ἑτοιμασίᾳ τῆς εἰρήνης τῶν ταύτης δυνάμεων.

Προηγούμενη / Αρχική / Επόμενη σελίδα της Ενότητας αυτής

Ἅγιος Συμεών : σελίδα περιεχομένων

Συμεών ο Νέος Θεολόγος

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης